Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ὅπως δ’ ὁ ἐγκέφαλος ἕκαστόν τε τῶν ἄλλων ἰδίᾳ καὶ καθ’ ἑαυτό. Ταυτὶ μὲν οὖν ἐκ τῶν ἐνεργειῶν γνωρίζειν· οὐ γὰρ ἔστιν οὔθ’ ἁψάμενον οὔτ’ ὀφθαλμοῖς θεασάμενον ἐξευρεῖν τὴν κρᾶσιν αὐτῶν. προσεπισκέπτεσθαι δὲ καὶ τὰς τῶν περιεχόντων αὐτὰ μορίων διαθέσεις, ὧν ἁπάντων ἔξωθέν ἐστι τὸ δέρμα, κατὰ μὲν τὴν ἡμετέραν οἴκησιν εὔκρατον οὖσαν ἐνδεικνύμενον τῶν ὑποκειμένων μορίων τὴν φύσιν οὐδ’ ἐν ταύτῃ πάντων ἁπλῶς, ἀλλ’ ὅσα ταῖς κράσεσιν ὡσαύτως ἔχει τῷ δέρματι. κατὰ δὲ τὰς ὑπὸ ταῖς ἄρκτοις τε καὶ τῇ μεσημβρίᾳ χώρας, ἐπειδὴ τῶν μὲν εἰς τὸ βάθος ἀπελήλαται τὸ θερμὸν ὑπὸ τοῦ περιέχοντος ἔξωθεν κρύους νικώμενον, τῶν δ’ εἰς τὸ δέρμα προελήλυθεν ὑπὸ τοῦ περιέχοντος θάλπους ἑλκόμενον, οὐκ ἐκ τῆς κατὰ τὸ δέρμα διαθέσεως οἷόν τε γνῶναι σαφῶς ὑπὲρ τῆς τῶν ἐντὸς μορίων κράσεως. ἀνώμαλος γὰρ ἡ τοῦ σώματος κρᾶσις ἐν ταῖς δυσκράτοις χώραις οὐχ ὡσαύτως ἐχόντων τῶν τ’ ἔξωθεν μορίων καὶ τῶν ἐντός. Κελτοῖς μὲν γὰρ καὶ Γερμανοῖς καὶ παντὶ τῷ Θρᾳκίῳ τε καὶ Σκυθικῷ γένει ψυχρὸν καὶ ὑγρὸν τὸ δέρμα καὶ διὰ τοῦτο μαλακόν τε καὶ λευκὸν καὶ ψιλὸν τριχῶν· ὅσον δ’ ἔμφυτον θερμόν, εἰς τὰ σπλάγχνα καταπέφευγεν ἅμα τῷ αἵματι κἀνταῦθα κυκωμένου τε καὶ στενοχωρουμένου καὶ ζέοντος αὐτοῦ θυμικοὶ καὶ θρασεῖς καὶ ὀξύρροποι ταῖς γνώμαις ἀποτελοῦνται. Αἰθίοψι δὲ καὶ Ἄραψι καὶ ὅλοις τοῖς κατὰ μεσημβρίαν ἡ μὲν τοῦ δέρματος φύσις, ὡς ἂν ὑπό τε τοῦ περιέχοντος θάλπους καὶ τῆς ἐμφύτου θερμασίας ἔξω φερομένης διακεκαυμένη, σκληρὰ καὶ ξηρὰ καὶ μέλαινα. τὸ δ’ ὅλον σῶμα τῆς μὲν ἐμφύτου θερμότητος

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]