Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ἥκιστα μετέχει, θερμὸν δ’ ἐστὶν ἀλλοτρίῳ τε καὶ ἐπικτήτῳ θερμῷ. Καὶ γὰρ δὴ καὶ τοῦτο κάλλιστα πρὸς Ἀριστοτέλους ἐπὶ πολλῶν διώρισται. καὶ χρὴ προσέχειν αὐτῷ τὸν νοῦν, εἴπερ τῳ καὶ ἄλλῳ, καὶ σκοπεῖσθαι καθ’ ἕκαστον σῶμα, πότερον οἰκείῳ θερμῷ θερμόν ἐστιν ἢ ἐπικτήτῳ. πάντα γοῦν τὰ σηπόμενα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ καὶ τὰ τῶν ἐποικούντων τὴν μεσημβρινὴν χώραν σώματα θερμὰ μὲν ἐπικτήτῳ θερμῷ, ψυχρὰ δ’ οἰκείῳ, καὶ παρ’ ἡμῖν δὲ κατὰ μὲν τὸν χειμῶνα τὸ φύσει θερμὸν πλέον, τὸ δ’ ἐπίκτητον ἔλαττον, ἐν δὲ τῷ θέρει τὸ μὲν ἐπίκτητον πλέον, ἔλαττον δὲ τὸ σύμφυτον. ἅπαντ’ οὖν ταῦτα διορίζεσθαι χρὴ τὸν μέλλοντα καλῶς διαγνώσεσθαι κρᾶσιν. οὐ γὰρ [δὴ] ἁπλῶς, εἰ τὸ δέρμα μελάντερον, ἤδη θερμότερος ὁ ἄνθρωπος ὅλος, ἀλλ’ εἰ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων. εἰ γὰρ ὁ μὲν ἐν ἡλίῳ θερμῷ διέτριψεν ἐπὶ πλέον, ὁ δ’ ἐν σκιᾷ, τῷ μὲν ἔσται μελάντερον τὸ χρῶμα τῷ δὲ λευκότερον. ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν τῆς ὅλης κράσεως ὑπάλλαξιν. αὐτὸ γὰρ τὸ δέρμα ξηρότερον μὲν ἡλιούμενον, ὑγρότερον δ’ ἔσται σκιατραφούμενον. ἡ φυσικὴ δ’ οὐκ εὐθὺς ὑπαλλαχθήσεται κρᾶσις οὔθ’ ἥπατος οὔτε καρδίας οὔτε τῶν ἄλλων σπλάγχνων. Ἄριστον οὖν, ὡς εἴρηται καὶ πρόσθεν, ἑκάστου τῶν μορίων ἴδια πεπορίσθαι τῆς κράσεως τὰ γνωρίσματα, οἷον τῆς μὲν γαστρός· εἰ πέττει καλῶς, εὔκρατος, εἰ δ’ οὐ πέττει καλῶς, δύσκρατος. ἀλλ’ εἰ μὲν κνισσώδεις τινὰς ἢ καπνώδεις ἐργάζοιτο τὰς ἐρυγάς, ἄμετρον αὐτῇ καὶ πυρῶδες τὸ θερμόν, εἰ δ’ ὀξείας, ἄρρωστόν τε καὶ ἀσθενές. οὕτω δὲ 

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]