Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

πάντα γὰρ τὰ τοιαῦτα τῷ γένει δηλητήρια, κἂν διὰ σμικρότητά ποτε μηδὲν αἰσθητὸν ἀπεργάζηται. τὰ μὲν δὴ διαβιβρώσκοντα καὶ σήποντα καὶ τήκοντα τὴν τοῦ σώματος ἡμῶν φύσιν εἰκότως ὀνομάζεται δυνάμει θερμά, τὰ δ’ αὖ ψύχοντα καὶ νεκροῦντα ψυχρά. τὰ μὲν οὖν πρότερα παράλογον οὐδὲν οὔτ’ αὐτὰ πάσχειν οὔτε τοῖς σώμασιν ἡμῶν ἐναπεργάζεσθαι δοκεῖ. θερμῷ γὰρ σώματι πλησιάσαντα καί τινα ῥοπὴν ἀλλοιώσεως ἐντεῦθεν λαβόντα τὰ μὲν εἰς ἐσχάτην ἀφικνεῖται θερμότητα, τὰ δ’ εἰς σηπεδόνα. διατίθησιν οὖν εἰκότως καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὴν ἑαυτῶν διάθεσιν. ὅσα δὲ ψύχει [τὸ σῶμα], κἂν θερμήνας αὐτὰ προσενέγκῃς, ἀπορίαν οὐ σμικρὰν ἐπιφέρει, τίνος ποτὲ φύσεώς ἐστιν. εἰ γὰρ ἅπαξ ἐνεργείᾳ θερμὰ γέγονε, τί οὐ θερμαίνει τὸ ζῷον; ἢ εἰ μήπω τεθέρμανται, πῶς φαίνεται θερμά; λύσις δὲ τῆς ἀπορίας, εἰ διορισθείη τὸ καθ’ αὑτὸ ψυχρὸν τοῦ κατὰ συμβεβηκός, ὡς Ἀριστοτέλης ἐδίδαξεν. ἀπόλλυται γὰρ ἐν τάχει τῶν κατὰ συμβεβηκὸς θερμῶν ἡ ἐπίκτητος διάθεσις, ὥστ’ εἰς τὴν ἀρχαίαν αὐτὰ φύσιν ἐπανέρχεσθαι ῥᾳδίως. ἐν δὲ τῷ πλησιάζειν ἡμῖν τὰ φύσει μὲν ψυχρά, κατὰ συμβεβηκὸς δὲ θερμά, δύο ταῦτ’ ἐξ ἀνάγκης γίγνεται· τὸ μὲν ἐπίκτητον αὐτῶν ἀπόλλυται θερμόν, ἡ δ’ οἰκεία κρᾶσις οὐδὲν ὑπὸ τῆς ἡμετέρας πάσχουσα μένει ψυχρά. καὶ τί θαυμαστόν, εἰ μήκωνος ὀπὸς ἢ μανδραγόρας ἢ κώνειον ἤ τι τῶν τοιούτων, εἰ καὶ θερμανθέντα προσενεχθείη, μικρὸν ὕστερον γίγνεται ψυχρά, πτισάνης καὶ γάλακτος καὶ χόνδρου καὶ ἄρτου ταὐτὸν τούτοις πασχόντων, ἐπειδὰν εἰς ἄρρωστον ἐμπεσόντα γαστέρα μὴ κρατηθῇ πρὸς αὐτῆς. ἐμεῖται γοῦν πολλάκις ἱκανῶς ψυχρά. καὶ τό γε τούτου μεῖζον, ὃ δὴ καὶ Ἱπποκράτης ἐπεσημήνατο, καίτοι χυμὸς ὂν ἤδη τὸ φλέγμα κἀκ τῶν σιτίων τῶν μὴ πεφθέντων

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]