Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

μὴν χρεία γ’ αὐτοῦ τίς ἐστιν πρὸς τὰς κατὰ μέρος πράξεις. ἂν γὰρ οὕτω σμικρά τινα περὶ ἡμᾶς ᾖ πάθη διὰ παντός, ὡς μηδεμίαν αἰσθητὴν καὶ σαφῆ βλάβην ἐνεργείας ἐργάζεσθαι μηδεμιᾶς, εὐκαταφρόνητα δήπουθέν ἐστι καὶ τῷ μηδ’ εἶναι φάσκοντι τὰ τοιαῦτα συγχωρητέον. οὕτως οὖν ἔχει κἀπὶ τῶν τρεφόντων ὀλίγου δεῖν ἁπάντων. ἐργάζεται μὲν γάρ τι καὶ αὐτὰ περὶ τὸ σῶμα τῶν ἀνθρώπων, ἀλλ’ οὐκ αἰσθητὸν οὐδὲ σαφὲς εἰσάπαξ. ἡ μέντοι πολυχρόνιος αὐτῶν προσφορὰ μεγάλως ἀλλοιοῖ καὶ μεταβάλλει σαφῶς ἤδη τὰ σώματα. ἔνια μέν γε καὶ κατὰ τὴν πρώτην χρῆσιν εὐθὺς ἐναργῶς ἐνδείκνυται τὴν ἀλλοίωσιν, οἷον καὶ ἡ θριδακίνη τοὺς μὲν ἐγκαιομένους τὴν γαστέρα σαφῶς ἐμψύχουσά τε καὶ ἀδίψους ἐργαζομένη, τοὺς δὲ κατεψυγμένους ἐναργῶς βλάπτουσα. συντελεῖ δ’ οὐ σμικρὰ καὶ τοῖς ὕπνοις οὐ κατ’ ἄλλον τινὰ λόγον, ἀλλ’ ἢ ὅτι ψυχρά τ’ ἐστὶ καὶ ὑγρὰ τὴν κρᾶσιν, ἀλλ’ οὕτω ψυχρὰ καὶ ὑγρὰ πρὸς ἄνθρωπόν τε καὶ τἆλλ’ ὅσα τρέφειν πέφυκεν ὡς καὶ τὰ ξύλα τὰ χλωρὰ πρὸς τὸ πῦρ. ὥστ’ εὐλόγως ἄμφω τοῖς τοιούτοις ἐδέσμασιν ὑπάρχει τὸ θ’ ὡς φαρμάκοις διατιθέναι τὰ σώμαθ’ ἡμῶν καὶ τὸ τρέφειν, παρ’ ὅλον μὲν τὸν χρόνον τῆς πέψεως ὡς φαρμάκοις· ἡνίκα δ’ ἤδη τρέφει τε καὶ τελέως ὁμοιοῦται, τότ’ οὐκέτ’ οὐδὲν ἡμᾶς ἀντιδρῶντα τὴν ἔμφυτον αὔξει θερμασίαν, ὡς καὶ πρόσθεν εἴρηται. κοινὸν γὰρ δὴ τοῦτο τῶν τρεφόντων ἁπάντων ἐστὶ καὶ οὐ χρὴ θαυμάζειν, εἴ τι, πρὶν μὲν ἐξομοιοῦσθαι καὶ τρέφειν, ἔτι πεττόμενον ἔψυξεν, ἐξομοιωθὲν δὲ καὶ θρέψαν ἐθέρμηνε, μεμνημένους ἀεὶ τοῦ τῶν χλωρῶν ξύλων παραδείγματος. ὥστε καὶ ἡ χρεία τῶν τοιούτων ἁπάντων διττὴ τοῖς ἰατροῖς ἐστι καὶ ὡς σιτίων καὶ ὡς φαρμάκων. φέρε γὰρ ὑπηλλάχθαι τινὶ τὴν ἀρίστην ἐν τῇ γαστρὶ κρᾶσιν 

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]