Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ἐπὶ τὸ θερμότερον. οὗτος ἄχρι μὲν οὗ πέττει τὴν θριδακίνην, ἐμψυχθήσεται καὶ συμμετρίαν κτήσεται κράσεως· ἐπειδὰν δ’ ἐξ αὐτῆς ἤδη τρέφηται, τὴν οὐσίαν αὐξήσει τῆς ἐμφύτου θερμασίας. Ἐν τούτῳ δὴ καὶ μάλιστα δοκοῦσί μοι παραλογίζεσθαι σφᾶς αὐτοὺς οἱ πολλοὶ τῶν νεωτέρων ἰατρῶν ἀγνοοῦντες, ὡς ἐνίοτε μὲν ἡ ποιότης ἐπιτείνεται τῆς ἐν ἡμῖν θερμασίας, ἐνίοτε δ’ ἡ οὐσία παραύξεται καὶ ὡς ἑκατέρως οἱ παλαιοὶ θερμότερον γεγονέναι φασὶ τὸ ζῷον. καὶ γὰρ καὶ γίγνεται θερμότερον, ἄν τ’ ἐπιτείνῃς αὐτοῦ τὴν θερμασίαν ἄν τ’ αὐξήσῃς τὴν οὐσίαν, ἐν ᾗ πρώτῃ περιέχεται. φέρε γὰρ εἶναι τὸ αἷμα τὸ ἐν τῷ σώματι τοῦ ζῴου καθ’ ἑαυτὸ θερμὸν ἢ καὶ νὴ Δία, εἰ βούλει, τὴν ξανθὴν χολήν, ἅπαντα δὲ τἆλλα κατὰ συμβεβηκὸς ὑπάρχειν θερμὰ τῷ τούτων μετέχειν. ἆρ’ οὐκ ἀναγκαῖον ἔσται διττῶς γίγνεσθαι θερμότερον τὸ ζῷον ἤτοι τῷ πλείονας ἐπικτήσασθαι τοὺς θερμοὺς χυμοὺς ἢ τῷ θερμοτέρους ἔχειν ἢ πρότερον; ἐμοὶ μὲν καὶ πάνυ φαίνεται. κατὰ δὲ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ψυχρότερον ἔσται διττῶς ἢ τῷ πλείονας ὑποτραφῆναι τοὺς ψυχροὺς χυμούς, οἷον τό τε φλέγμα καὶ τὴν μέλαιναν χολὴν ἢ τῷ τῆς αὐτῆς ἁπάντων μενούσης συμμετρίας ὑπαλλαχθῆναι μόνην τὴν ποιότητα. τί δὴ οὖν θαυμαστόν, ἄχρι μὲν ἂν πέττηται τὸ ψυχρὸν τῇ φύσει σιτίον, οἷον ἀνδράχνη τε καὶ θριδακίνη, ψυχρᾶς ποιότητος ἀναπίμπλασθαι τὸ σῶμα, πεφθέντων δ’ ἀκριβῶς καὶ γενομένων αἵματος χρηστοῦ θερμότερον αὖθις ἑαυτοῦ γίγνεσθαι τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ γενέσει; καὶ μὴν εἰ μηδὲν τούτων μήτ’ ἀδύνατόν ἐστι μήτε θαυμαστὸν ἔτι, παυσάσθωσαν οἱ μὴ συγχωροῦντες ἓν καὶ ταὐτὸν ἔδεσμα καὶ τὴν ὡς τροφῆς καὶ τὴν ὡς φαρμάκου χρείαν τῷ ζῴῳ παρέχειν. ὡς γὰρ εἰ καὶ μηδ’ ὅλως

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]