Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

δὲ καὶ νᾶπυ καὶ πέπερι καὶ τῶν βοτανῶν ἄνηθόν τε καὶ πήγανον ὀρίγανόν τε καὶ γλήχων καὶ καλαμίνθη καὶ θύμβρα καὶ θύμος. πάντα γὰρ ταῦτα καὶ τροφαὶ καὶ φάρμακα θερμά, πρὶν μὲν εἰς αἷμα μεταβαλεῖν, ἔτι γε πεττόμενα, φάρμακα, μεταβληθέντα δ’ οὐκέτι μὲν φάρμακα, τροφαὶ δ’ ἤδη κατὰ τὸ δεύτερον δηλονότι τῆς τροφῆς σημαινόμενον, ὃ οὔπω μέν ἐστι τροφή, οἷον δὲ τροφή. Ὡς οὖν ἔμπροσθεν ἐπὶ τῆς θριδακίνης ὑπεθέμεθα μίαν μὲν κοιλίαν θερμοτέραν τοῦ δέοντος, ἑτέραν δὲ ψυχροτέραν, οὕτω καὶ νῦν ἐπὶ πάντων τῶν δυνάμει θερμῶν ὑποκείσθωσαν αἱ δύο κοιλίαι. τὴν μὲν οὖν ψυχροτέραν τοῦ δέοντος, ἄχρι περ ἂν ᾖ ἐν αὐτῇ περιεχόμενα καὶ πεττόμενα τὰ τοιαῦτα σύμπαντα, θερμανεῖ τε καὶ εἰς ἰσότητα κράσεως ἐπανάξει καὶ ὠφελήσει λόγῳ φαρμάκων, τὴν δ’ ἑτέραν τὴν θερμὴν ἐκπυρώσει τε καὶ μεγάλως βλάψει, καὶ ταύτας μὲν τὰς ἀλλοιώσεις ἐργάσεται κατὰ ποιότητα. πεφθέντα δ’ ἀκριβῶς καὶ μεταβληθέντα καὶ χρηστὸν αἷμα γενόμενα κατ’ οὐσίαν αὐξήσει τὸ ἔμφυτον τοῦ ζῴου θερμόν, οὐ κατὰ ποιότητα. καθ’ ὅλου γάρ, ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ τῇ δυνάμει τὸ σιτίον, ἐπειδὰν αἱματωθῇ, τὴν ἔμφυτον ὡσαύτως αὔξει θερμασίαν· ἄχρι δ’ ἂν ἄγηται μὲν εἰς αἵματος ἰδέαν, οὔπω δὲ τελέως αἷμα 〈γένηται〉, ψύχει καὶ θερμαίνει τὸ σῶμα δίκην φαρμάκου. ἅπας δ’ οὗτος ὁ λόγος ἐκ μιᾶς, ὡς ἔοικεν, ἀρχῆς ἤρτηται. διὸ καὶ φυλάττειν αὐτὴν ἀεὶ χρὴ καὶ μεμνῆσθαι διὰ παντός, ὡς ἕκαστον τῶν σωμάτων ἰδιότητά τινα κέκτηται κράσεως, οἰκείαν μὲν τῇδέ τινι τῇ φύσει, διαφερομένην

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]