De Temperamentis (On Mixtures)
Helmreich 1904
χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον καὶ λέοντα καὶ μέλιτταν καὶ
κύνα. πρὸς δὴ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος
ἢ ἵππος ἢ βοῦς ἢ κύων ἢ ὁτιοῦν ἄλλο τῶν πάντων,
οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά
τε καὶ κρινόμενα καθ’ ἕνα τρόπον ἀποκρινάμενον ἀνέγκλητον
εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπέρχεσθαι
τὰς διαφορὰς ἢ περὶ τίνος ἤρετο πυθόμενον ἐκείνην
μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζῴοις πυνθάνοιτο, τίνος
εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων τῶν ζῴων τῇ κράσει
βλέποντα τὴν ἀπόκρισιν ποιητέον· εἰ δ’ ἁπλῶς τε καὶ ὡς
πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τἀναντία τῶν
ἐν αὐτῷ πρὸς ἄλληλα καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας
ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν
στοιχείων. εἰ δ’ ἀφωρισμένως τῷδέ τινι παραβάλλων ἤρετο,
πρὸς ἐκεῖνο μόνον αὐτὸ παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ
τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος ἢ τοῦδέ
τινος τοῦ κυνὸς ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν,
οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς
ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις ξηρᾶς καὶ
θερμῆς κράσεως εἶναι τὸν Δίωνα, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ
τοῦτο μὲν τῶν θερμοτέρων τε καὶ ξηροτέρων ἐκείνου
τὴν κρᾶσιν ἀνθρώπων ὁντινοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς
ἐκεῖνον ἀποφῆναι τὸν Δίωνα, τοῦτο δ’ ἄλλο τι φυτὸν ἢ
ζῷον, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων ὑγρότερόν
τινα καὶ ψυχρότερον ἀποδεῖξαι τὸν Δίωνα.
Χρὴ τοίνυν, ὅστις μήθ’ ἑαυτὸν ἐξαπατῆσαι βούλεται
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]