Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

καὶ πέττει καλῶς τὰς τροφὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ καὶ καθ’ ὅλην τὴν ἕξιν τοῦ σώματος ἁπάσας τε συνελόντι φάναι τάς τε φυσικὰς καλουμένας ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν εὔχρους τ’ ἐστὶ καὶ εὔπνους ἀεὶ καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου καὶ ψιλοῦ τριχῶν καὶ δασέος καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν.

Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλ’ ἐπεὶ πρὸς τὰ παρόντα μᾶλλον ἡ περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις εὐπορωτέρους θ’ ἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται, πρώτην ταύτην ἐνστησόμεθα. Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν κυουσῶν τὸ ζῷον, ἵνα γνῶμεν, ὅπως ὑγρότατόν τ’ ἐστὶ καὶ θερμότατον. ἡ μὲν γὰρ πρώτη σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γιγνομένων ὑμένες μὲν πρῶτα διαπλάττονται καὶ χιτῶνες καὶ σπλάγχνα καὶ ἀγγεῖα, τελευταῖα δ’ ὀστᾶ καὶ χόνδροι καὶ ὄνυχες πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν ἢ πήγνυσθαι, τῶν εἰρημένων οὐδὲν

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]