De Temperamentis (On Mixtures)
Helmreich 1904
ἕνα παῖδα παραβάλλων ἑαυτῷ τὰς ἔξωθεν ἁπάσας αὐτοῦ
περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα
τούτων ἐν θάλψει τε καὶ ψύξει διάφορον εἰς τὴν τῆς ἡλικίας
ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν
τὴν ἐξέτασιν ἀλλ’ ἀληθῆ γε παντὸς μᾶλλον ἐξ αὐτῆς τε τοῦ
ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ ἀποδείξεως
ἐλέγετο. σὺ δ’ ἴσως αἱρήσῃ τὴν ἐπίτομον οὐδὲν
φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ
βαδίσων ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν
ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις
τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν,
οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδὲ γὰρ εὔλογον ὅλως
ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα.
Κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα τό
γε κατ’ ἐνέργειαν ἤδη τοιοῦτον καὶ μηκέτι δυνάμει, παρέντες
τήν γε πρώτην τὰ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ
μὲν ὡς [εὖ] κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’
ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος
σωμάτων ἐπιμελῶς οὐ παίδων μόνον ἢ βρεφῶν ἀλλὰ
καὶ μειρακίων καὶ ἀκμαζόντων εὕρισκον οὐδετέρους ἀληθεύοντας
οὔτε τοὺς θερμότερον ἁπλῶς οὔτε τοὺς ψυχρότερον
εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ γὰρ τὰς
ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις τὰς ἐκ τῆς
ἡλικίας μόνης ἐπισκέπτοιο διαφοράς, οὐδέτερός σοι φανεῖται
θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν
αἱ θερμότητες ἐπ’ ἀνίσῳ τῇ διαπνοῇ, δι’ ἣν καὶ σοφιζόμενοί
τινες ἢ τοὺς πέλας ἢ σφᾶς αὐτοὺς οἱ μὲν τὴν τοῦ
παιδός, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν
εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων ἀτμωδεστέρα
τε καὶ πολλὴ καὶ ἡδεῖα τοῖς ἁπτομένοις, ἡ δὲ τῶν ἀκμαζόντων
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]