Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

εἴτε θερμότητος ἐπικρατούσης εἴτε καὶ ἀμφοτέρων ὀφθαλμοὺς γλαυκοὺς τίθεσθαι γνώρισμα χρή, τῆς οἰκείας ἂν εἶεν οὕτω γε, οὐ τῆς ἁπάντων τῶν τοῦ σώματος μορίων ἐνδεικτικοὶ κράσεως. οὐδὲ γάρ, εἰ ξηρὰ καὶ ἄσαρκα τὰ σκέλη, ξηρὰ πάντως καὶ ἡ κρᾶσις ὅλου τοῦ σώματος. ἔνιοι γὰρ ἱκανῶς εὔσαρκοι καὶ πιμελώδεις καὶ παχεῖς καὶ προγάστορες καὶ μαλακοὶ καὶ λευκοὶ γίγνονται μετὰ τοιούτων σκελῶν. ἀλλ’ εἰ μὲν ὁμαλῶς ἅπαν ἔχει τὸ σῶμα τῆς κράσεως, οἷς μὲν ἰσχνὰ τὰ σκέλη, ξηροὶ πάντως εἰσίν, ὑγροὶ δ’, οἷς παχέα. καὶ οἷς μὲν ἡ ῥὶς ὀξεῖα καὶ γρυπή, ξηροί, σιμῆς δ’ οὔσης ὑγροί· κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν ὀφθαλμῶν τε καὶ τῶν κροτάφων ἁπάντων τε τῶν ἄλλων μορίων. οἷς δ’ ἀνώμαλος ἡ κρᾶσις καὶ οὐχ ἡ αὐτὴ πάντων τῶν μερῶν, ἄτοπον ἐπὶ τούτων ἐξ ἑνὸς μορίου φύσεως ὑπὲρ ἁπάντων ἀποφαίνεσθαι. τοιοῦτον δέ τι τοὺς πλείστους αὐτῶν ἠπάτησεν, οὐχ ὑπὲρ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ζῴων ἀποφήνασθαι τολμήσαντας ὑπὲρ ὅλης τῆς κράσεως ἐκ μόνων τῶν κατὰ τὸ δέρμα γνωρισμάτων. οὔτε γάρ, εἰ σκληρὸν τὸ δέρμα, ξηρὸν ἐξ ἀνάγκης τὸ ζῷον, ἀλλ’ ἐγχωρεῖ τὸ δέρμα μόνον, οὔτ’ εἰ μέλαν οὔτ’ εἰ δασύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ μαλακὸν ἢ λευκὸν ἢ ψιλὸν τριχῶν, ὑγρὸν ἐξ ἀνάγκης ὅλον τὸ ζῷον. ἀλλ’ εἰ μὲν ὁμαλῶς κέκραται σύμπαν, εὔλογόν ἐστιν, οἷόνπερ τὸ δέρμα, τοιοῦτον εἶναι καὶ τῶν ἄλλων ἕκαστον μορίων, εἰ δ’ ἀνωμάλως, οὐκέτι. τῶν γοῦν ὀστρέων ὑγρότατον μὲν ὅλον τὸ σῶμα, ξηρότατον δὲ τὸ δέρμα· τὸ γὰρ δὴ ὄστρακον αὐτοῖς οἷόνπερ ἡμῖν τὸ δέρμα. καὶ ἡ προσηγορία δ’ ἐντεῦθεν, ὀστρακοδέρμων ἁπάντων τῶν τοιούτων ζῴων ὀνομασθέντων ἐκ τοῦ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]