Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

τὸ δέρμα παραπλήσιον ἔχειν ὀστράκῳ. καὶ τὰ μαλακόστρακα δέ, καθάπερ ἀστακοί τε καὶ κάραβοι καὶ καρκῖνοι, ξηρὸν μὲν ἔχει τὸ δέρμα, τὴν δ’ ἄλλην ἅπασαν κρᾶσιν ὑγράν. καὶ αὐτό γε τοῦτο πολλάκις αἴτιον ὑπάρχει τοῖς ζῴοις τῆς ἐν ταῖς σαρξὶν ὑγρότητος, ὅτι πᾶν αὐτοῖς τὸ ξηρὸν καὶ γεῶδες ἡ φύσις ἀποτίθεται πρὸς τὸ δέρμα. μὴ τοίνυν μήθ’ ὅτι ξηρὸν τοῦτο τοῖς ὀστρέοις, εὐθέως καὶ τὴν σάρκα νομιστέον ὑπάρχειν ξηρὰν μήθ’, ὅτι πλαδαρὰ καὶ μυξώδης ἥδε, τοιοῦτον ὑποληπτέον εἶναι καὶ τὸ δέρμα. δίκαιον γὰρ ἕκαστον τῶν μορίων ἐξ ἑαυτοῦ γνωρίζεσθαι. Ταῦτά τ’ οὖν ἁμαρτάνουσιν οἱ τὰ περὶ κράσεων ἡμῖν ὑπομνήματα καταλελοιπότες ἔτι τε πρὸς τούτοις, ὅτι μηδὲ μέμνηνται τοῦ πρὸς Ἱπποκράτους ὀρθότατα παρῃνημένου τοῦ δεῖν ἐπισκέπτεσθαι τὰς μεταβολὰς ἐξ οἵων εἰς οἷα γίγνονται. πολλάκις γὰρ τὰ παρόντα γνωρίσματα τῆς ἔμπροσθεν κράσεώς ἐστιν, οὐ τῆς νῦν ὑπαρχούσης τῷ σώματι. φέρε γὰρ εἴ τις ἔτη γεγονὼς ἑξήκοντα δασὺς ἱκανῶς εἴη, μὴ διότι νῦν ἐστι θερμὸς καὶ ξηρός, ἀλλ’ ὅτι πρόσθεν μὲν ἐγένετο τοιοῦτος, ὑπομένουσι δ’ αἱ τότε γεννηθεῖσαι τρίχες, ὥσπερ ἐν τῷ θέρει πολλάκις αἱ κατὰ τὸ ἔαρ ἀναφυεῖσαι βοτάναι. τισὶ μὲν γὰρ ἐν τῷ χρόνῳ προϊόντι κατὰ βραχὺ συνέβη τῆς ἄγαν ἐκείνης ἀπαλλαγῆναι δασύτητος ἐκπιπτουσῶν ὑπὸ ξηρότητος ἄκρας τῶν τριχῶν, ἐνίοις δ’ ἄχρι πλείστου παραμένουσιν, οἷς ἂν μήτ’ ἀποξηρανθῶσιν ἱκανῶς ἐπὶ προήκοντι τῷ χρόνῳ καὶ τὴν πρώτην ἔκφυσιν αἱ τρίχες αὐτοῖς ἰσχυρὰν ποιήσωνται δίκην φυτῶν ἀκριβῶς ἐνερριζωμένων τῇ γῇ. μὴ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]