Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

τοίνυν, εἰ δασύς τις ἱκανῶς ἐστιν, εὐθὺς τοῦτον οἰώμεθα μελαγχολικὸν ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἀκμάζων, οὔπω τοιοῦτον· εἰ δὲ παρακμάζων, ἤδη μελαγχολικόν· εἰ δὲ γέρων, οὐκέτι. γίγνονται μὲν γὰρ αἱ μελαγχολικαὶ κράσεις ἐκ συγκαύσεως αἵματος. οὐ μήν, ἐπειδὰν ἄρξηται τοῦτο πάσχειν, εὐθὺς καὶ κατώπτηται τελέως. ἀλλ’ ἐν τάχει μὲν ἱκανῶς ἔσται δασὺς ὁ θερμὸς καὶ ξηρός, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν λόγων, οὐκ εὐθέως δὲ μελαγχολικός. ἡ γὰρ τοῦ δέρματος πύκνωσις εἴργουσα τῶν παχυτέρων περιττωμάτων τὴν διέξοδον ἀναγκάζει συγκαίεσθαι κατὰ τὰς ἄκρως θερμὰς κράσεις, ὥστε τοιοῦτον αὐτοῖς ὑπάρχειν ἤδη τὸ περίττωμα τὸ φύον τὰς τρίχας, οἷον ἐν τοῖς ἀγγείοις ἔσεσθαι μέλλει προελθόντος τοῦ χρόνου. Καὶ ταῦτ’ οὖν ἠμέληται τοῖς ἔμπροσθεν ἔτι τε πρὸς τούτοις, ἐπειδὰν ἐκ τῆς φύσεως τῶν περιττωμάτων ἀδιορίστως ὑπὲρ τῶν κράσεων ἀποφαίνωνται. νομίζουσι γὰρ ἀνάλογον ἔχειν τὰς κράσεις τῶν μορίων τῇ φύσει τῶν περιττωμάτων. τὸ δ’ οὐχ ὅλως ἀληθές ἐστιν, ἀλλ’ ἐγχωρεῖ ποτε περίττωμα μὲν ἀθροίζεσθαι φλεγματῶδες, ὑγρὸν δ’ οὐκ εἶναι τὸ μόριον, ἀλλὰ ψυχρὸν μὲν ἐξ ἀνάγκης, οὐ γὰρ δὴ ἄλλη γέ τις ἡ τοῦ φλέγματος γένεσις, ὑγρὸν δ’ οὐκ ἐξ ἀνάγκης· ἐγχωρεῖ γὰρ καὶ ξηρὸν εἶναι. τὸ δ’ ἀπατῆσαν αὐτοὺς εὐφώρατον. οὐ γὰρ ἐνενόησαν, ὡς ἐκ τῶν σιτίων, οὐκ ἐξ αὐτοῦ τοῦ σώματος ἡμῶν γίγνεται τὸ φλέγμα. θαυμαστὸν οὖν οὐδέν, εἰ μὴ κρατῆσάν ποτε τὸ σῶμα τῶν προσενεχθέντων σιτίων, ὑγρῶν, εἰ τύχοι, τὴν φύσιν ὑπαρχόντων, ὅμοιον αὐτοῖς ἀποτελέσει καὶ τὸ περίττωμα. μὴ τοίνυν ὑπολαμβανέτωσαν ὥσπερ τὸ σῶμα ξηρὸν οὕτω καὶ τὸ περίττωμα

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]