Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

δεῖν ξηρὸν εἶναι. εἰ γάρ τις εὐθὺς ἐξ ἀρχῆς ἐγένετο τῇ κράσει ψυχρότερός τε καὶ ξηρότερος, οὐ μελαγχολικὸς ὁ τοιοῦτος, ἀλλὰ φλεγματικός ἐστι τοῖς περιττώμασιν. εἰ δ’ ἐκ μεταπτώσεως ἐγένετο ψυχρὸς καὶ ξηρός, ἐξ ἀνάγκης ὁ τοιοῦτος εὐθὺς ἤδη καὶ μελαγχολικός ἐστιν, οἷον εἴ τις ἔμπροσθεν ὑπάρχων θερμὸς καὶ ξηρὸς ἐκ συγκαύσεως τοῦ αἵματος πλείστην ἐγέννησε τὴν μέλαιναν χολήν. οὗτος γάρ ἐστιν ὁ πρὸς τῷ ξηρὸς εἶναι καὶ ψυχρὸς εὐθὺς καὶ μελαγχολικὸς ὑπάρχων. εἰ δ’ ἀπ’ ἀρχῆς εἴη ψυχρὸς καὶ ξηρός, ἡ μὲν ἕξις τοῦ σώματος τούτῳ λευκὴ καὶ μαλακὴ καὶ ψιλὴ τριχῶν, ἄφλεβος δὲ καὶ ἄναρθρος καὶ ἰσχνὴ καὶ ἁπτομένοις ψυχρὰ καὶ τὸ τῆς ψυχῆς ἦθος ἄτολμον καὶ δειλὸν καὶ δύσθυμον, οὐ μὴν μελαγχολικά γε τὰ περιττώματα. Ταῦτ’ οὖν ἅπαντα διαμαρτάνουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἐκ τοῦ τῶν οἰκείων μὲν ἀποχωρῆσαι γνωρισμάτων, ἐπὶ δὲ τὰ συμβεβηκότα μὴ διὰ παντός, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ μεταβῆναι. ταύτῃ τοι καὶ τὸ θερμαῖνον ἡγοῦνται πάντως ξηραίνειν. ἔγνωκα γὰρ ἔτι τοῦτο προσθεὶς οἷον κορωνίδα τε καὶ κεφαλήν τινα τῷ λόγῳ παντὶ καταπαύειν ἤδη τὸ δεύτερον γράμμα. θερμὸν γοῦν ὕδωρ ἐπαντλοῦντες ἑκάστοτε τοῖς φλεγμαίνουσι μορίοις, εἶθ’ ὁρῶντες αὐτῶν ἐκκενουμένην τὴν ὑγρότητα προφανῶς οἴονται δείκνυσθαι τὸ ξηραίνεσθαι πάντα πρὸς τῆς θερμασίας, οὐκ εἰ μετὰ ξηρότητος μόνον, ἀλλ’ εἰ καὶ μεθ’ ὑγρότητος εἴη. ἔστι δ’ οὐ ταὐτὸν ἢ κενῶσαί τινος ὑγρότητα παρεσπαρμένην ἔν τισι χώραις ἢ ξηροτέραν ἀπεργάσασθαι τὴν οἰκείαν κρᾶσιν. ἀνώμαλος γάρ τις ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνεται δυσκρασία, τῶν μὲν

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]