Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ὁμοιομερῶν σωμάτων οὔπω τῆς οἰκείας ἐξεστηκότων φύσεως, ἀλλ’ ἔτι μεταβαλλομένων τε καὶ ἀλλοιουμένων, ἐμπεπλησμένων δὲ τοῦ ῥεύματος ἁπασῶν τῶν μεταξὺ χωρῶν. ἅπαντ’ οὖν, ὅσα θερμὰ καὶ ὑγρὰ τὴν κρᾶσιν ἐστί, προσαγόμενα τοῖς οὕτω διακειμένοις ἐκκενοῖ μὲν τὸ περιττὸν ἐκεῖνο τὸ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν κατειληφός· αὐτὰ δὲ τὰ σώματα τοσοῦτον ἀποδεῖ τοῦ ξηραίνειν, ὥστε καὶ προσδίδωσιν τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τ’ εἶναι νομίζων δὲ τοῖς εἰρημένοις ἀποδείξεως, ἣν μακροτέραν τ’ εἶναι νομίζων ἢ ὥστε προσγράφεσθαι κατὰ τόνδε τὸν λόγον ἔτι τ’ ἀκροατοῦ δεομένην ἐπισταμένου περὶ φαρμάκων δυνάμεως, ἀναβάλλομαι τό γε νῦν διελθεῖν. ἀλλ’ ἐπειδὰν τὸν τρίτον λόγον περὶ κράσεων ἅπαντα διέλθω καὶ δείξω περὶ τῶν κατὰ δύναμιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν ἅπασαν τὴν μέθοδον, ἐφεξῆς οὕτω βιβλίον ὅλον ὑπὲρ ἀνωμάλου δυσκρασίας ἔγνωκα γράψαι. τελειωθήσεται γὰρ ἅπας ἡμῖν ὁ περὶ κράσεων λόγος εἴς τε τὴν θεραπευτικὴν μέθοδον οὐ σμικρὰς ἀφορμὰς παρέξει.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἢ τῷ τὴν ἄκραν δεδέχθαι ποιότητα τοιοῦτον εἶναί φαμεν ἢ ἐπικρατήσει τινὸς ἐξ αὐτῶν ἢ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβάλλοντες ἢ πρὸς ὁτιοῦν τῶν ἐπιτυχόντων, ἔμπροσθεν εἴρηται. δέδεικται δὲ καί, ὡς ἄν τις μάλιστα δύναιτο διαγιγνώσκειν ἀκριβῶς αὐτά. λοιπὸν δ’ ἂν εἴη περὶ τῶν δυνάμει τοιούτων διελθεῖν αὐτὸ πρότερον ἐξηγησαμένους τοὔνομα τί ποτε σημαίνει τὸ δυνάμει. σύντομος δὲ καὶ ῥᾴστη καὶ σαφὴς ἡ ἐξήγησις. ὃ γὰρ ἂν ὑπάρχῃ μὲν μήπω τοιοῦτον, οἷον λέγεται, πέφυκε δὲ γενέσθαι [τοιοῦτον], δυνάμει φαμὲν ὑπάρχειν αὐτό, λογικὸν μὲν τὸν ἄρτι γεγενημένον ἄνθρωπον, πτηνὸν δὲ τὸν ὄρνιν, καὶ θηρατικὸν μὲν τὸν κύνα, ταχὺν δὲ τὸν ἵππον, ὅπερ ἔσεσθαι πάντως ἕκαστον αὐτῶν μέλλει μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν αὐτῷ γενομένου, τοῦθ’ ὡς ὂν ἤδη λέγοντες. ὅθεν οἶμαι καὶ δυνάμει ταῦτα πάντα φαμὲν ὑπάρχειν, οὐκ ἐνεργείᾳ. τέλειον μὲν γάρ τι καὶ ἤδη παρὸν ἡ ἐνέργεια· τὸ δυνάμει δ’ ἀτελές τι καὶ μέλλον ἔτι καὶ οἷον ἐπιτήδειον μὲν εἰς τὸ γενέσθαι, μήπω δ’ ὑπάρχον ὃ λέγεται. οὔτε γὰρ τὸ βρέφος

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]