De Temperamentis (On Mixtures)
Helmreich 1904
τινὰ λέγεται μηδέπω διῃρημένον. ἄσφαλτος μὲν γὰρ καὶ
ῥητίνη καὶ στέαρ ἔλαιόν τε καὶ πίττα δυνάμει θερμά, διότι
ῥᾳδίως ἐνεργείᾳ γίγνεται θερμά· καὶ γὰρ ἐκφλογοῦται τάχιστα
καὶ τοῖς σώμασιν ἡμῶν προσαγόμενα θερμαίνει σαφέστατα.
χαλκῖτις δὲ καὶ μίσυ καὶ νᾶπυ καὶ νίτρον ἄκορόν
τε καὶ μῆον καὶ κόστος καὶ πύρεθρον ἡμῖν μὲν προσαγόμενα
θερμαίνειν φαίνεται τὰ μὲν μᾶλλον αὐτῶν, τὰ δ’ ἧττον,
οὐ μὴν ἐκφλογοῦσθαι πέφυκεν. ἢ παραλογίζονται σφᾶς
αὐτοὺς οἱ τοῦτο μόνον ἐπισκοποῦντες, εἰ μὴ ῥᾳδίως ἐκφλογοῦνται;
ἐχρῆν γὰρ οὐχ οὕτως, ἀλλ’ εἰ μηδ’ ἀνθρακοῦνται
σκοπεῖν, ὡς οὐδέν γ’ ἧττον φλογὸς ὁ ἄνθραξ πῦρ. ἀλλ’ ἡ
μὲν φλὸξ ἀέρος ἐκπυρωθέντος ἤ τινος ἀερώδους σώματος,
ὁ δ’ ἄνθραξ γῆς ἤ τινος γεώδους γίγνεται. καὶ δὴ μέχρι
τοῦδε συμφωνεῖν ὁ λόγος ἔοικεν ἑαυτῷ πάντη· φαίνεται γὰρ
ὅσα πυρὸς ἁπτόμενα φάρμακα ῥᾳδίως ἐκπυροῦται, ταῦτα καὶ
ἡμᾶς θερμαίνοντα, πλὴν εἴ τι διὰ τὸ παχυμερὲς εἶναι μὴ
παραδέχεται ῥᾳδίως εἴσω τὸ σῶμα. διορισθήσεται γὰρ ἐπὶ
πλέον ὑπὲρ τούτων ἐν τοῖς περὶ φαρμάκων δυνάμεως. ὅσα
μέντοι τὸ σῶμα τὸ ἡμέτερον φαίνεται θερμαίνοντα, ταῦθ’
ἑτοίμως ἐκπυροῦται. πῶς οὖν, φασίν, ἁπτομένοις οὐ φαίνεται
θερμά; τοῦτο δ’ οὐκ οἶδα, τίνος ἕνεκα λέγουσιν. εἰ
μὲν γὰρ ἐνεργείᾳ τε καὶ ἤδη θερμὸν ἐλέγομεν ἕκαστον τῶν
εἰρημένων ὑπάρχειν, ἦν ἂν δήπου θαυμαστόν, ὅπως ἁπτομένοις
οὐ φαίνεται θερμά. νυνὶ δὲ τῷ δύνασθαι γενέσθαι
ῥᾳδίως θερμὰ δυνάμει προσαγορεύομεν τὰ τοιαῦτα. θαυμαστὸν
οὖν οὐδὲν [πέπονθεν], εἰ μήπω θερμαίνει τοὺς ψαύοντας
Work
Title: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Helmreich, Georg
Title: Galeni De temperamentis libri III
Published: 1904
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 1-115
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_117.xml [373 Kb]