Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

ΓΑΛΠΝΟΥ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΕΠ ΙΑΤΡΙΚΗΝ.

Εἰ μὲν μηδ’ ὅλως λόγου μέτεστι τοῖς ἀλόγοις ὀνομαζομένοις ζῴοις ἄδηλόν ἐστιν. ἴσως γὰρ εἰ καὶ μὴ τοῦ κατὰ τὴν φωνήν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν, ἀλλὰ τοῦ γε 〈κατὰ〉 τὴν ψυχήν, ὃν ἐνδιάθετον καλοῦσι, μετέχει πάντα, τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον. ὅτι μέντοι πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον ἡμῖν ἐστιν ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν ὧν μεταχειρίζεται τὸ ζῷον τοῦτο καὶ ὅτι μόνος ἅνθρωπος ἐπιστήμης ἐπιδεκτικὸς ἣν ἂν ἐθελήσῃ τέχνην μανθάνει. τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστι πλὴν ὀλίγων δή τινων ἐν ὀλίγοις· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον ἢ προαιρέσει τεχνῶν εὐτύχηκεν· ὁ δ’ ἄνθρωπος οὔτε τινὸς τῶν παρ’ ἐκείνοις ἀμελέτητος, 〈ὃς〉 [ἀλλὰ] καὶ τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας καὶ πλάττει καθάπερ αἱ μέλισσαι καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι καίτοι πεζὸς ὤν, ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν τὴν Ἀσκληπιοῦ τέχνην ἰατρικήν, ζηλῶν δ’ Ἀπόλλωνος αὐτήν τε ταύτην καὶ τὰς ἄλλας ἁπάσας ἃς ἔχει, τοξικὴν μουσικὴν μαντικήν, ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν.

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download