Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

ἔργων; πάνυ μὲν οὖν καλῶς ἢ σκάπτειν ἢ θερίζειν ἢ ἀροῦν 〈ἤ〉 τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. ἀλλ’ ἴσως 〈τῆς〉 εἰς τὰ πολεμικά; τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων ‘πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν δίσκους ἔχοντες;’ τῷ γὰρ ὄντι ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας’. ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροί; αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταί, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν· ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι. ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δήπου [ὅτι ἐπὶ] τῷ τοὺς σκυτοτόμους ἢ 〈τοὺς〉 τέκτονας ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἶναι καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ; τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι 〈θαυμάζεσθαι〉 δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει, καὶ εἴπερ ἐπὶ τούτῳ, μέγα χρὴ φρονεῖν 〈καὶ〉 ἐπὶ τῷ δι’ ὅλης ἡμέρας βορβόρῳ λούεσθαι. ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος τοῖς ὤμοις ὁ Μίλων ἐκεῖνος ὁ Κροτωνιάτης διεκόμισέ ποτε τὸ στάδιον. ὦ τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο γιγνώσκειν ὅτι πρὸ βραχέος τὸ βαρύτατον τοῦτο σῶμα τοῦ ταύρου ζῶντος ἐβάσταζεν ἡ ψυχὴ τοῦ ζῴου, καὶ πολλῷ γ’ ἀκοπώτερον ἢ ὁ Μίλων, ἥ γε καὶ θεῖν ἠδύνατο βαστάζουσα· ἀλλ’ ὅμως οὐδενὸς ἦν ἀξία, παραπλησίως τῇ Μίλωνος. ἐδήλωσε δὲ καὶ ἡ τελευτὴ τἀνδρὸς ὅπως ἦν ἀνόητος· ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ μῆκος ξύλον ἐνθέσει σφηνῶν,

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download