Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει. μερόπων δ’ ἐναρίθμιος οὐδεὶς ἐν ποσίν, ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.’ ἀλλ’ οὐδὲ τῶν ἀφ’ Ἡρακλέους τις ἐλέφαντος ἢ λέοντος ἰσχυρότερος ἂν φανείη. οἶμαι δ’ ὅτι καὶ ταῦρος πυγμῇ στεφθήσεται. ‘καὶ ὄνος, φησί, λὰξ ὅτι εἰ βούλεται ἐρίσας αὐτὸς τὸν στέφανον οἴσεται. αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτ’ ἄνδρα (εἰκοστὴ δὲ καὶ πρώτη ὀλυμπιὰς ἦν ὅτ’ ἐνίκα) Ὀγκηστής.’

πάνυ χαριέντως οὗτος ὁ μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων· καίτοι γ’ εἰ μηδ’ ἐν ἰσχύι πρωτεύουσι τῶν ζῴων οἱ ἀθληταί, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν;

εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι φαίη, οὐδ’ αὐτῆς ταύτης αὐτοῖς μέτεστιν οὔτ’ οὖν ἀθλοῦσιν οὔτε καταλύσασιν· εἴ γε παρὰ μὲν τὸν τῆς ἀθλήσεως χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσίν, οὐ γυμναζόμενοι μόνον ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες, ἡνίκα δὲ καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ σώματος γίγνονται.

τάχ’ οὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα σεμνύνονται· καὶ μὴν ἔστιν ὑμῖν θεάσασθαι πάντας αὐτοὺς ὀφείλοντας οὐ μόνον ἐκεῖνον τὸν χρόνον καθ’ ὃν ἀθλοῦσιν ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδ’ ἂν εὕροις ἀθλητὴν οὐδένα πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου. ἐστὶ δ’ οὐδ’ αὐτὸ τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ τοιαύτην ἐπίστασθαι τέχνην ἣ καὶ ναυαγήσασι συνεκκολυμβήσει·

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download