Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kaibel 1894

‘ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον’ ὁ Πίνδαρός φησι, καὶ πάλιν ὁ αὐτὸς ‘εἰ φεύγομεν Βοιωτίαν ὗν’, ἀξιῶν ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’ ἀμαθείᾳ ψόγον ἀπολύεσθαι διὰ τὴν ἑαυτοῦ μουσικήν.

ἐπαινέσειε δ’ ἄν τις καὶ τὸν Ἀθήνησι νομοθέτην, ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ παιδὸς τρέφεσθαι. τέχνης 〈γὰρ〉 ἁπάσης κατ’ ἐκεῖνον μάλιστα τὸν χρόνον ἀσκουμένης ἡνίχ’ ὡραιότατα φαίνεται τὰ σώματα, πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος γεγενημένοις ἀμελῆσαι τῆς ἑαυτῶν ψυχῆς, εἶθ’ ὕστερον ὅτ’ οὐδὲν ὄφελος λέγειν ‘εἴθ’ ὤφελεν τὸ κάλλος, ὅ με διώλεσε, κακῶς ὀλέσθαι’. τηνικαῦτα δ’ αὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται σκοπεῖσθαι κελεύοντος ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου. εἶτα καὶ τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς, καὶ τὸν Εὐριπίδην ἐπαινοῦσι λέγοντα οὐκ ἀσφαλὲς εἶναι περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν. ἄμεινον οὖν ἐστιν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἠρινοῖς ἄνθεσιν ἐοικυῖαν ὀλιγοχρόνιόν τε τὴν τέρψιν ἔχουσαν ἐπαινεῖν 〈ἐκεῖνόν〉 τε καὶ τὴν Λεσβίαν λέγουσαν ‘ὁ μὲν γὰρ καλὸς ὅσσον ἰδεῖν πέλεται 〈καλός〉, ὁ δὲ κἀγαθὸς αὐτίκα καὶ καλὸς ἔσται’, πείθεσθαι δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ, τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα, δεόμενον οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος ἀλλὰ καὶ οἰκήσεως ἐπιτηδείας καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι πρὸς αὐτὸ καθάπερ ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς χειμῶνα· μοχθηρὸν γὰρ τὸ ‘ῥεχθέν δέ τε νήπιος ἔγνω’. πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kaibel, Georg

Title: Claudii Galeni Protreptici quae supersunt

Published: 1894

Pages: 1-22

Publisher: Weidmann, Berlin

Download