Digital Corpus for Graeco-Arabic Studies

Galen: De Victu Attenuante (The Thinning Diet)

Kalbfleisch 1898

πυροὶ μὲν οὖν ἔδεσμα τροφιμώτατόν εἰσι 〈καὶ〉 γλίσχρου καὶ παχέος ἐν τοῖς σώμασι χυμοῦ γεννητικοί, ὥστε εἰ μή τις σκευάσας αὐτοὺς ὡς σκευάζονται προσφέροιτο, παχὺν καὶ γλίσχρον ἱκανῶς ὑποθρέψει χυμόν. οὔκουν οὔθ’ ἁπλῶς ἑψημένον ἐσθίειν χρὴ πυρόν, ὡς εἶδον ἐσθίοντας ἐπὶ τῆς Ἀσίας τῶν ἀγροίκων παμπόλλους — ἡδύνουσι δ’ ὀλίγοις ἁλσὶν αὐτόν — οὔτ’ ἄλευρον ποιήσαντας ἑψεῖν ὡς ἔτνος ἢ ὕδατι δεύσαντας ἢ γάλακτι· πᾶσαι γὰρ αἱ τοιαῦται σκευασίαι καὶ δύσπεπτοι καὶ κακόχυμοι, μόνη δ’ ἐπιτήδειος ἥπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντως, ἡ διὰ τῆς ζύμης τε καὶ τῶν ἁλῶν καὶ τοῦ κλιβάνου, χείρων δὲ βραχὺ ταύτης ἡ διὰ τῶν ἴπνων. τῶν μὲν γὰρ ἄλλων οὐδὲ μεμνῆσθαι προσήκει· ἔστι δὲ καὶ πυρῶν αὐτῶν οὐκ ὀλίγη διαφορὰ κατ’ εἶδος· ὅσοι μὲν γὰρ βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, τροφιμώτατοί τ’ εἰσὶ καὶ παχύχυμοι καὶ γλίσχρου χυμοῦ γεννητικοί· ὅσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, οὗτοι καὶ ἧττον τρέφουσι καὶ ἧττον παχὺν καὶ γλίσχρον ἀπογεννῶσι χυμόν. ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς τρόφιμα καὶ παχύχυμα καὶ γλίσχρα· ἀλλὰ σεμιδάλεως μὲν οὐδ’ ἀναγκαῖον ἅπτεσθαι τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις· χόνδρου δ’ ἔξεστιν ἀπολαύειν τὰ μέτρια 〈καὶ〉 καθ’ ἑαυτὸν ἐξ ὕδατος ἑφθοῦ 〈καὶ〉 μετ’ οἰνομέλιτος ἢ οἴνου γλυκέος μὲν ἀλλὰ ξανθοῦ τε καὶ λεπτοῦ κατὰ τὴν τοῦ Φαλερίνου

Work

Title: Galen: De Victu Attenuante
English: The Thinning Diet
Original: Περὶ λεπτονούσης διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni De victu attenuante liber

Published: 1898

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-37

Publisher: B. G. Teubner, Leipzig

Download