Digital Corpus for Graeco-Arabic Studies

Galen: De Victu Attenuante (The Thinning Diet)

Kalbfleisch 1898

μόνοις τοῖς κατὰ κοιλίαν ῥεύμασιν ἢ ἐκλύτῳ στομάχῳ καὶ γαστρί. τῶν δ’ εἰς τὸν χειμῶνα φυλαχθῆναι δυναμένων ἐπιτηδειότατα πάντων ἐστὶν ἰσχάδες τε καὶ κάρυα 〈***********〉 καὶ τὰ πιστάκια· πρὸς γοῦν ταύτην οὐ φαῦλαι καὶ τῶν ἀμυγδαλῶν αἱ ὑπόπικροι. τὰ δὲ Ποντικὰ καλούμενα κάρυα σκληρότερά τε τούτων ἐστὶ καὶ οὐδὲν ἔχει τῶν ἐν τοῖς σπλάγχνοις περιττωμάτων ῥυπτικόν· αἱ δὲ καστανέαι καὶ αἱ βάλανοι χείρισται μὲν αἱ ὠμαί, μοχθηραὶ δὲ κἂν ἑψηθῶσιν ἢ ὀπτηθῶσιν ἢ φρυγῶσιν. ἐλαῖαι δὲ μέσον πώς εἰσιν ἔδεσμα πρός γε τὰ παρόντα, ὥστ’ οὔτ’ ἐπαινεῖν ἔχομεν οὔτε ψέγειν οὐδὲν ἀξιόλογον, ὥσπερ οὐδὲ τὰς κρεμασθείσας σταφυλάς· αἱ δ’ ἐν τοῖς στεμφύλοις ἢ βοτρύοις ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς ἀποτιθέμεναι ταῖς μὲν τῆς γαστρὸς ἀρρωστίαις οὐκ ἀνεπιτήδειοι, χείρους δ’ εἰς τὰ παρόντα, καὶ τούτων ἔτι μᾶλλον αἱ εἰς οἶνον ἐμβαλλόμεναι. αἱ δ’ ἀσταφίδες, ὅσαι μήπω στρυφναί, σπληνὶ καὶ ἥπατι μεγάλοις οὐκ ἀγαθαί, βελτίους δ’ εἰς τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη· καὶ μὲν δὴ καὶ τῶν ῥοιῶν αἱ στρυφναὶ μοχθηραὶ μὲν εἰς ταῦτα, βελτίους δ’ εἰς τὰς τῆς γαστρὸς ἀρρωστίας. τοὺς δ’ ἄλλους τῶν δένδρων καρποὺς ἀπὸ τούτων ὁρμώμενος κρῖνε· 

Work

Title: Galen: De Victu Attenuante
English: The Thinning Diet
Original: Περὶ λεπτονούσης διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni De victu attenuante liber

Published: 1898

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-37

Publisher: B. G. Teubner, Leipzig

Download