Digital Corpus for Graeco-Arabic Studies

Galen: De Victu Attenuante (The Thinning Diet)

Kalbfleisch 1898

οἱ μὲν γὰρ σκληροὶ καὶ στρυφνοὶ πάντες εἰσὶ μοχθηροί, τῶν δ’ ἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τὰ μόρια, τὰ μὲν ὀξεά τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι χρή, τὰ δ’ ἄλλα φυλάττεσθαι· πολλὰ δ’ ἂν εὕροις τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, ὃ κίτρον ὀνομάζομεν· ἔστι γὰρ αὐτοῦ δριμὺς μὲν ὁ φλοιός, ὀξὺ δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης ἡ σάρξ.

Τῶν δ’ ἐν ὄξει καὶ ἅλμῃ δυναμένων ἀποτίθεσθαι τοσοῦτον ὑπηλλάχθαι χρὴ νομίζειν τὴν ἀρχαίαν δύναμιν ὅσον ἐκ τῆς σκευασίας ἠλλοιώθησαν· ὅτι δ’ ὄξος καὶ ἅλμη τῶν τεμνόντων καὶ λεπτυνόντων, οὐδεὶς ἀγνοεῖ. ταῦτ’ ἄρα καὶ τῶν ἰχθύων οἱ ταριχευθέντες ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τοὺς παχεῖς χυμοὺς καὶ γλίσχρους· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ δὴ τούτων ἔτι μᾶλλον αὐτὰ δὴ τὰ κήτη· γεύεσθαι δ’ εἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ καὶ ἄλλως ὀρεχθείς, ἤτοι δι’ ὑποτρίμματος δριμέος οἷον καὶ τὸ τοῦ νάπυός ἐστι〈ν ἢ καὶ〉 δι’ ἐλαίου καὶ ὄξους μόνον ἁρμόττει. καθόλου δὲ περὶ πάντων ἐδεσμάτων τοῦτ’ ἐπίστασθαι χρὴ κοινόν, ὡς εἴτ’ ἀποτεθείη διά τινος τῶν εἰρημένων εἴτε σκευασθείη, μέγιστον αὐτοῖς τοῦθ’ ὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε καὶ αὐτὸν ἕκαστον ὅτῳ πρόκειται τοιαύτης διαίτης σκοπὸς ἐπιτεχνᾶσθαι 〈δεῖ〉 δι’ ὄξους καὶ ὀξυμέλιτος

Work

Title: Galen: De Victu Attenuante
English: The Thinning Diet
Original: Περὶ λεπτονούσης διαίτης

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni De victu attenuante liber

Published: 1898

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-37

Publisher: B. G. Teubner, Leipzig

Download