De Victu Attenuante (The Thinning Diet)
Kalbfleisch 1898
εἰσὶ τροφιμώταται, πάμπολυ δ’ ἔχουσιν ἐν
αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θ’ ἅμα τῇ τοῦ ζῴου καὶ
ἀφθονίᾳ τροφῆς ὑγροτέρας. ἀλλὰ τούτων μὲν ἀπέχεσθαι
παντάπασιν οἷς μέλει λεπτυνούσης διαίτης πλὴν
ὅσα τῶν ἀκραίων ἅπτεσθαί ποτε μηδὲ τούτων ἁπλῶς,
ἀλλ’ εἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ
καὶ ὦτα καὶ ῥύγχη καὶ πόδας συῶν ἐσθίειν καὶ γαστρὸς
γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι
δ’ ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους
εἴργεσθαι προσήκει οὐ τούτων μόνον τῶν συῶν τῆς
ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δ’ αὐτοῖς ὑπό
τε στρουθῶν διαιτᾶσθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν
πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ
κίχλης καὶ σκάρου καὶ ἁπλῶς εἰπεῖν ἁπάντων ὅσοι
μαλακήν τε καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ’
ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.
μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σὰρξ ἀλλ’ ἧττον
ψαθυρὰ τῆς τῶν πετραίων, τῶν μέντοι τριγλῶν ψαθυρὰ
μὲν οὐ μὴν 〈καὶ〉 μαλακή. ταῦτ’ οὖν ἄμφω τὰ
γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, μαλακόν τε καὶ
ψαθυρὸν εἶναι, καὶ τούτοις προσέχων τὸν νοῦν ᾧ μὲν
Work
Title: De Victu Attenuante
English: The Thinning Diet
Original: Περὶ λεπτονούσης διαίτης
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni De victu attenuante liber
Published: 1898
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-37
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_118.xml [94 Kb]