Institutio Logica (Introduction to Logic)
Kalbfleisch 1896
φιλόσοφοι πρῶτον μὲν σχῆμα τῶν κατηγορικῶν συλλογισμῶν ἐν ᾧπερ ἂν ὁ κοινὸς ὅρος ὑποκείμενος ᾖ θατέρῳ τῶν ἄκρων, κατηγορούμενος δὲ θατέρου, δεύτερον δὲ ἐν ᾧ κατηγορεῖται τῶν ἄκρων ἀμφοτέρων, τρίτον δ’ ἐν ᾧπερ ἂν ὑποκέηται. κατηγορεῖται μὲν οὖν τὸ αἱρετὸν τοῦ καλοῦ κατὰ τὴν τοιαύτην πρότασιν ‘τὸ καλὸν αἱρετόν ἐστιν’, ὑπόκειται δὲ αὐτῷ τὸ καλόν, ἐφ’ οὗ κατηγορεῖσθαι πέφυκεν· οὐ ταὐτὸν δὲ σημαίνει παρ’ αὐτοῖς τῷ κατηγορεῖσθαι τὸ καταφάσκεσθαι· καὶ γὰρ ὁ ἀποφασκόμενος [οὐ] κατηγορεῖται. λεγόντων οὖν ἐν τῷ ‘τὸ καλὸν οὐκ ἔστι φευκτόν’ ὑποκεῖσθαι μὲν τὸ καλόν, κατηγορεῖσθαι δὲ ἀποφατικῶς αὐτοῦ τὸ φευκτόν, 〈ἐν δὲ τῷ ‘τὸ καλὸν φευκτόν〉 ἐστι’ κατηγορεῖσθαι αὐτοῦ καταφατικῶς τὸ φευκτόν, καὶ τοῦ 〈ἔθους〉 νενικηκότος κατηγορικὰς μὲν ἀμφοτέρας ὀνομάζουσι τὰς εἰρημένας προτάσεις καὶ δι’ αὐτὰς καὶ τοὺς συλλογισμοὺς κατηγορικούς, οὐ μὴν καταφατικὰς ἀμφοτέρας, ἀλλ’ ὡς ἀντιδιῄρηται.
Τριῶν οὖν ὄντων σχημάτων ἐν ταῖς κατηγορικαῖς προτάσεσι καθ’ ἕκαστον αὐτῶν γίγνονται συλλογισμοὶ πλέονες ὥσπερ κἀν ταῖς ὑποθετικαῖς, ἔνιοι μὲν ἀναπόδεικτοι καὶ πρῶτοι, τινὲς δ’ ἀποδείξεως δεόμενοι. κατὰ μέντοι τὰς ὑποθετικὰς προτάσεις οἱ μὲν ἄλλοι πάντες οἱ ῥηθέντες ἀρτίως ἀναπόδεικτοί εἰσι καὶ πρῶτοι πλὴν τοῦ προσλαμβάνοντος μὲν τὸ τοῦ λήγοντος ἀντικείμενον, ἐπιφέροντος δὲ τοῦ ἡγουμένου τὸ ἀντικείμενον·
Work
Title: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni Institutio logica
Published: 1896
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-49
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_119.xml [126 Kb]