Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

τρίγωνα λέγουσιν ἅπαντα τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἀλλήλαις ἔχειν ἢ τὸ ἰσοσκελὲς τρίγωνον· 〈εἰς γὰρ τὸ〉 εἶδος ἀποβλέποντες 〈τὸ〉 ἅπασι τοῖς κατὰ μέρος ὑπάρχον ὡς περὶ ἑνὸς εἰκότως ποιοῦνται τὴν ἀπόφανσιν· καὶ γάρ ἐστιν ὡς εἶδος ἕν. λέγω δὲ ὡς εἶδος, ἐπειδὴ κατὰ τὴν ὕπαρξίν ἐστι τοσαῦτα κατὰ τὸν ἀριθμὸν [ἑνὸς] ὅσ’ ἂν ᾖ τοῖς κατὰ μέρος σώμασιν· ἀλλὰ τοῦ τοιούτου γε εἴδους αὐτοῦ μία φύσις ἐστὶ πρὸς ἣν ἀποβλέποντες οἱ ἄνθρωποι πανοῦργον μὲν εἶναι ζῷον τὴν κέρκον φασί, πτηνὸν δὲ τὸν ἀετόν, ἄγριον δὲ τὴν ἄρκτον.

Οἰκειότατος οὖν ἀποδείξεσιν ἐπιστημονικαῖς ὁ τοῦ πρώτου σχήματός ἐστι πρῶτος συλλογισμὸς ἐν διττῇ λέξει λεγόμενος ὑπὸ τῶν Ἑλλήνων, ἐνίοτε μὲν 〈ὡς〉 ἀρτίως εἴπομεν· ‘ὁ ἄνθρωπος ζῷόν ἐστι· τὸ ζῷον οὐσία ἐστίν· 〈ὁ ἄνθρωπος οὐσία ἐστίν’, ἐνίοτε δὲ μετὰ τοῦ πᾶς· ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι· πᾶν ζῷον οὐσία ἐστι·〉 πᾶς ἄνθρωπος οὐσία ἐστιν’. ἐφεξῆς δὲ 〈ὁ〉 δεύτερος μὲν ἐν τῷ πρώτῳ σχήματι, κατὰ δὲ τὸ δεύτερον οἱ πρῶτοι δύο χρήσιμοι πρὸς τὰς ἀποδείξεις γίγνονταί ποτε, μιγνυμένης ἐν αὐτοῖς τῆς καθόλου καταφατικῆς. καὶ μὴν καὶ ὁ τρίτος ἐν τῷ πρώτῳ σχήματι συλλογισμὸς ὡς εἴρηται μικρὸν ἔμπροσθεν εἰς ἀποφάνσεις ποτὲ γίγνεται χρήσιμος, 〈ὡς〉 ὅτε τρίγωνον

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]