Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ἰσοσκελές ἐστιν, ἔτι 〈δὲ〉 — δέδεικται γάρ — καὶ τὸ ἰσοσκελὲς τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἔχον, ἐκ τούτων περανθήσεται τρίγωνόν τι πρὸς τῇ βάσει τὰς γωνίας ἴσας ἔχειν. εἰσὶ δὲ καὶ κατὰ τὸ τρίτον σχῆμα συλλογισμοί τινες, (ὡς) εἴρηται πρόσθεν, ἀποδεικνύντες τὸ ἐπὶ μέρους καταφατικόν· ἀποδείκνυται δέ ποτε καὶ τῶν ἐπὶ μέρους ἀποφατικῶν τι κατὰ τὰ τρία σχήματα [καὶ] καθάπερ ἐπὶ τοῦ ‘πᾶν ἀγαθὸν αἱρετόν ἐστιν· ἡ τῶν αἰσχρουργῶν ἡδονὴ 〈οὐχ αἱρετόν ἐστιν· οὐκ ἄρα ἀγαθόν ἐστιν ἡ τῶν αἰσχρουργῶν ἡδονή’〉. κατὰ ταύτην μὲν οὖν τὴν λέξιν ὡρισμένη κατὰ τὸ εἶδος ἡδονὴ πρὸς τὴν ἀπόδειξιν εἴληπται, κατὰ δὲ τὴν τοιαύτην ἀοριστοτέρα ‘πᾶν ἀγαθὸν αἱρετόν ἐστι· τὶς οὖν ἡδονὴ οὐκ ἔστιν αἱρετόν· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν’· ἔτι 〈καὶ〉 κατὰ τήνδε τὴν λέξιν ἀοριστοτέρα ἀπόφανσις γίγνεται ‘πᾶν ἀγαθὸν αἱρετόν· 〈οὐ〉 πᾶσα ἡδονὴ αἱρετόν· οὐ πᾶσα ἄρα ἡδονὴ ἀγαθόν’. εὔδη(λον) δὲ ὅτι κατὰ τὴν τοιαύτην ἀπόδειξιν οὐ τὸ μέγεθος ὥσπερ ἐπὶ τῶν ἀρτίως εἰρημένων, ἀλλ’ ἡ ποιότης ἀποδείκνυται τοῦ πράγματος· ὁποῖον γάρ ἐστιν 〈ἡ〉 ἡδονὴ πότερον ἀγαθὸν ἢ κακὸν ἢ μέσον, ἐν τῷ τῆς ποιότητος γένει τὴν ζήτησιν ἴσχει, (καθά)περ ἐν τῷ πρός 〈τι〉 τὸ τῶν ἰσοσκελῶν τριγώνων ἴσας εἶναι τὰς πρὸς τῇ βάσει γωνίας. ὁ δέ γε

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]