Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

δεικνὺς ἐν τῷ μέ(σῳ) τοῦ κόσμου τετάχθαι τὴν γῆν κατὰ τὸ ποῦ κεῖται τὴν σκέψιν ποιεῖται, καθάπερ γε καὶ ὁ μὴ κατὰ τὸν αὐτὸν χρόνον Ἱπποκράτην τε καὶ Δημόκριτον γεγονέναι κατὰ τὸ πότε γεγόνασι τὴν ἀπόδειξιν ποιεῖται. ὁ μέντοι ζητῶν εἰ σφαιροειδής ἐστιν ἡ γῆ, κατὰ τὴν τοῦ ποιοῦ κατηγορίαν ποιεῖται τὴν σκέψιν, ὥσπερ γε καὶ ὁ ἀποφηνάμενος εἶναι σφαιροειδῆ, ποιότητά τινα τῆς γῆς ἀπ(εφήνα)το. κατὰ δὲ τὸ ποιεῖν καὶ πάσχειν αἱ τῶν αἰτίων γίγνονται ζητήσεις· ἐν ἰατρικῇ μὲν οὖν ἐ(κ) τίνος αἰτίας γίγνονται φωνὴ καὶ ἀναπνοὴ καὶ θρέψις (καὶ) πέψις, ἐν φιλοσοφίᾳ δὲ σεισμὸς κεραυνὸς ἀστραπή τε καὶ βροντή. κατὰ δὲ τὸ ἔχειν ζητεῖται τίς ἐστιν ὁ πλούσιος ἢ τίς ὁ πένης ἢ τίς ὁ εὔπορος ἢ τίς ὁ πτωχός. ὁ δὲ ἐπι(ζητῶν ὅπως) τις ἱμάτιον ὑφήνατο καὶ δίκτυον ἐπλέξατο καὶ κιβώτιον καὶ σκίμποδα, σύνθεσιν ζητεῖ παραλελειμμένην ὑπὸ Ἀριστοτέλους ἐν τῇ τῶν δέκα κατηγοριῶν, ὡς ἐπιδέδεικταί μοι διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων. ἕτερον γὰρ γένος ἐστὶ κατηγορίας ὃ καλεῖν αὐτὸς εἴωθε κεῖσθαι, τὸ γοῦν κατακεῖσθαι, καθῆσθαι· κατὰ γὰρ τὸ κεῖσθαι ταῦτα λέγεσθαί φησιν 〈ἃ τῶν〉 μορίων τοῦ σώματος ἐνδείκνυται (σ)χήματα κατὰ τὴν πρὸς ἄλληλα σχέσιν γιγνόμενα, καὶ ζητεῖται κατὰ τοῦτο τὸ γένος ὑφ’ Ἱπποκράτους,

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]