Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ὁποῖον σχῆμα καταγέντι σκέλει καὶ χειρὶ τὸ ἄριστόν ἐστι 〈καὶ〉 ἐφ’ ἑκάστου τῶν ἄλλων μορίων, ὁμοίως δὲ καὶ κατὰ τὰς πράξεις ἢ συμπτώματα χειρουργούντων 〈ἢ〉 αἱμορραγίας ἱστώντων ἤ τι τοιοῦτον ἕτερον πραττόντων ὁποῖον ἄριστόν ἐστι σχῆμα.

Ὃ δ’ ἐστὶ μέγιστόν τε καὶ πρῶτον ἐφ’ ἑκάστου τῶν μὴ φαινομένων αἰσθήσει, τὸ κατὰ τὴν ὕπαρξιν ἤτοι οὐσίαν † γίγνεται μὴ εἶναι ζήτημ’ ἐστίν, ἐν ᾧ γε τὰ τοιαῦτα προβάλλεται· ἆρά γ’ εἱμαρμένη ἔστιν; ἆρά γε πρόνοια ἔστιν; ἆρά γε θεοὶ εἰσίν; ἆρά γε κενὸν ἔστιν; ἐν οἷς προβλήμασι μάλιστα χρώμεθα ταῖς ὑποθετικαῖς προτάσεσιν, ἃς 〈εἰς τὰς〉 κατὰ συνέχειαν καὶ κατὰ διαίρεσιν ἔτεμον οἱ παλαιοί· καλοῦσι δὲ τὰς μὲν κατὰ συνέχειαν οἱ Στωικοὶ συνημμένα ἀξιώματα, τὰς δὲ κατὰ διαίρεσιν διεζευγμένα, καὶ συμφωνεῖταί γε αὐτοῖς δύο μὲν γίγνεσθαι συλλογισμοὺς κατὰ τὸ συνημμένον ἀξίωμα, δύο δὲ κατὰ τὸ διεζευγμένον. ὅτι δὲ δι’ ἀποφατικοῦ συμπεπλεγμένου συλλογισμὸς εἰς ἀπόδειξιν χρήσιμος οὐδὲ εἷς ἐστι, καθάπερ γε καὶ ὅτι μηδ’ ἕκτος τίς ἐστιν ἢ {ζ} ἢ {η} ἢ {θ} ἤ τις ἄλλος ὡς ἐκεῖνοι λέγουσι συλλογισμός, ἀποδέδεικται δι’ ἑτέρων, ἀλλὰ νῦν πρόκειται τὰ χρήσιμα μόνον αὐτὰ διέρχεσθαι παραλιπόντας τοὺς ἐλέγχους τῶν περιττῶς προστιθεμένων. τρίτον οὖν ἀναπόδεικτον τῶν περὶ τὸν Χρύσιππον

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]