Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ἤτοι τῆς κοιλίας ἐκθλιβούσης ἢ τῶν φλεβῶν παραγουσῶν ἢ τῶν μορίων ἑλκόντων ἢ αὐτῆς τῆς τροφῆς ἐξ αὑτῆς φερομένης γίγνεται· ἀλλὰ μὴν ἡ γαστὴρ οὐκ ἐκθλίβει· ἤτοι ἄρα τῶν φλεβῶν παραγουσῶν 〈ἢ〉 τῶν μορίων ἑλκόντων ἢ ἐξ αὑτῆς ἡ τροφὴ φέρεται’. ἔσται δὲ δηλονότι καὶ τοῦτο 〈τὸ〉 συμπέρασμα παρ〈αδι〉εζευγμένον ἐκ τριῶν, ὥσπερ γε κἂν ἓν ὁτιοῦν ἄλλο, καθάπερ νῦν ἡ γαστήρ, οὕτως αὐτὸ ῥηθῇ μὴ εἶναι· τὰ γὰρ ὑπόλοιπα τρία κατὰ τὸ παραδιεζευγμένον ἀξίωμα σύνθετον καὶ τὸ συμπέρασμα ἐργάζεται. ἑτέρα δὲ πρόσληψις ἔσται καθ’ ἣν οὔτε τὴν κοιλίαν πέμπειν οὔτε τὰς φλέβας παράγειν ἐροῦμεν οὔτε τὴν τροφὴν ἐξ ἑαυτῆς φέρεσθαι ἢ ὁπωσοῦν ἄλλως 〈{γ}〉 ἀξιωμάτων ἀπόφασιν προσληψόμεθα· δύναται γὰρ πολλαχῶς. καὶ τριῶν μὲν † μᾶλλον ἄμεινον τὸ τέταρτον περαίνεσθαι, καταφατικῶς δὲ καὶ διωρισμέν(ως)· ἄχρι γὰρ ἤτοι (γ’ ἕ)ν τι τῶν τεττάρ(ων) ἢ δύο λαμβάνεται, τὸ συμπέρασμα παραδιεζευγμένον ἐστίν. ὁ δὲ τοιοῦτος συλλογισμὸς 〈τὸ〉 αὐτὸ ὑπομένειν δόξει τῷδε ‘〈εἰ〉 ἀναδίδοται ἡ τροφὴ ἐκ τῆς κοιλίας εἰς ὅλον τὸ σῶμα, ἤτοι ἐξ αὑτῆς φερομένη τοῦτο πάσχει ἢ ὑπὸ τῆς γαστρὸς πεμπομένη ἢ ὑπὸ τῶν μορίων ἑλκομένη ἢ ὑπὸ τῶν φλεβῶν παραγομένη’, οὐκ ἔστι δὲ ὁ αὐτός. ἀλλ’ οὗτος μὲν τὴν αὐτὴν ἔχει δύναμιν τῷ πρώτῳ τῶν

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]