Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ὑποθετικῶν ἀναποδείκτῳ, ἡγουμένου μὲν ἐξ ὑποθέσεως τοῦ ἀναδίδοσθαι τὴν τροφήν, ἑπομένων δὲ τῶν ἐφεξῆς εἰρημένων, καὶ οὐδὲν διαφέρει πότερον διεζευγμένη πραγμάτων ὕλη τὸ ἐπιφερόμενόν ἐστιν ἢ [ἐμ]παραδιεζευγμένη· καθ’ ἕτερον γὰρ τῶν τρόπων ἡ τοῦ πρώτου τῶν ὑποθετικῶν συλλογισμῶν δύναμίς ἐστιν οὖσα τοιαύτη ‘εἰ τὸ πρῶτον, ἤτοι τὸ δεύτερον ἢ τὸ τρίτον ἢ τὸ τέταρτον ἢ τὸ πέμπτον’, εἶτα πρόσληψις ‘ἀλλὰ μὴν τὸ {α}· ἤτοι ἄρα τὸ {β} ἢ τὸ {γ} ἢ τὸ {δ} ἢ τὸ {ε}’· ἑτέρα δὲ πρόσληψις κατὰ τὸν τοῦ δευτέρου τῶν ὑποθετικῶν ἀναποδείκτων τρόπον ἡ τοιάδε ‘ἀλλὰ μὴν οὔτε τὸ {β} ἢ τὸ {γ} οὔτε τὸ {δ} ἢ τὸ {ε} οὐκ ἄρα τὸ {α}’. ὃν δ’ ὀλίγον ἔμπροσθεν εἶπον συλλογισμόν, γίγνεται κατὰ τὸ παραδιεζευγμένον ὡς ὁμολογουμένου τοῦ παραδιεζευγμένου τήν τε πρόσληψιν λαμβάνει καθάπερ εἰ καὶ διεζευγμένον ἦν 〈τὸ〉 τοιοῦτον ‘ἤτοι ἐξ αὑτῶν ἀναδίδοται τὰ σιτία ἢ ὑπὸ τῆς γαστρὸς ἐπέμπετο ἢ ὑπὸ τῶν φλεβῶν παράγεται ἢ ὑπὸ τῶν τοῦ σώματος μορίων ἕλκεται’· ἀλλὰ μὴν 〈οἱ〉 ἐπὶ τῷ διεζευγμένῳ συλλογισμοὶ προσλήψεις ἔχουσι δύο, ἤτοι γε 〈ἕν〉 τι τῶν κατὰ τὸ διεζευγμένον ἢ καὶ τὰ ἄλλα πάντα πλὴν

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]