Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ἑνὸς οὐχ ὑπάρχειν. ὅτι δὲ πρὸς ἀπόδειξιν οἱ τοιοῦτοι συλλογισμοὶ 〈χρήσιμοι〉, δηλοῖ καὶ Πλάτων ἐν Ἀλκιβιάδῃ κεχρημένος κατὰ δύναμιν τῷ δευτέρῳ τῶν ὑποθετικῶν, ἔνθα φησίν ‘εἰ Ἀλκιβιάδης οἶδε τὰ δίκαια, ἤτοι παρ’ ἑτέρου μαθὼν ἢ αὐτὸς εὑρὼν οἶδεν’, εἶτα δείξας ὅτι μήτε παρ’ ἑτέρου μαθὼν μήτ’ αὐτὸς εὑρὼν ἐπιφέρει συμπέρασμα τὸ μὴ γιγνώσκειν Ἀλκιβιάδην τὰ δίκαια. κατὰ δὲ τὸ παραδιεζευγμένον ψιλὸν ὁ λόγος ἂν οὕτως ἠρωτᾶτο ‘Ἀλκιβιάδης οἶδε τὰ δίκαια ἤτοι μαθὼν ἢ αὐτὸς εὑρών· ἀλλὰ μὴν οὐκ οἶδε μαθών· αὐτὸς ἄρα εὑρὼν οἶδεν.’

Ἔστι καὶ ἄλλο τρίτον εἶδος συλλογισμῶν εἰς ἀποδείξεις χρήσιμον, οὓς ἐγὼ μὲν ὀνομάζω κατὰ τὸ πρός τι γενέσθαι, βιάζονται δ’ αὐτοὺς οἱ περὶ τὸν Ἀριστοτέλην τοῖς κατηγορικοῖς συναριθμ(εῖν)· ἔστι δ’ οὐκ ὀλίγη χρῆσις αὐτῶν παρά τε τοῖς σκεπτικοῖς καὶ ἀριθμητικοῖς καὶ λογιστικοῖς ἐπὶ τοιούτων [καὶ] τινῶν λόγων ‘Δίωνος Θέων διπλάσια κέκτηται· 〈ἀλλὰ καὶ Θέωνος Φίλων διπλάσια κέκτηται·〉 Δίωνος ἄρα Φίλων {δ}πλάσια κέκτηται’. καὶ κατ’ ἀντιστροφὴν δὲ τῆς λέξεως 〈ὁ〉 αὐτὸς τῇ δυνάμει λόγος οὕτως ἐρωτηθήσεται ‘Δίων Θέωνος ἡμίση κέκτηται· ἀλλὰ καὶ Θέων Φίλωνος ἡμίση κέκτηται· Δίων ἄρα Φίλωνος τέταρτον μέρος ἔχει τῆς κτήσεως’. οὕτως οὖν καὶ κατ’ ἄλλον ὁντινοῦν

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]