Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ὑπάρχειν ἴσα. καὶ τοίνυν ἡ ἀπό(δειξις ἥδ’ ἐκ τριῶν συνίστα)ται, πρώτου μὲν τοῦ πρώτου ῥηθέντος, ὅπερ ἦν "ἴσος ἐστὶ (Δίωνι Θέων", δευτέρου δὲ τοῦ μετ’ α)ὐτό "Δίωνι Φίλων ἐστὶν ἴσος" καὶ τρίτου πρὸς τούτοις 〈τοῦ〉 ‘τὰ (τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴ)σα·’ περανθήσεται δὲ ἐξ αὐτῶν ἴσος εἶναι Θέων (Φίλωνι. καὶ ἔστι τοῦτο μὲν τὸ καλούμ)ενον συμπέρασμα, λῆμμα δὲ ἐξ ὧν ληφθέντων (ἐκεῖνο συμπεραίνεται· ἡ δὲ πᾶσα λέξις δι’ ἧ)ς ὁμολογηθέντων τινῶν ἐπιφέρεταί τι συμπέρασμα, (συμπέρασμά τε προσαγορεύεται καὶ τοῦτ)’ αὐτὸ καὶ συλλογισμός· καὶ μὲν δὴ καὶ τὸ συμπέρασμα (μόνον συλλογισμὸν καλούντων ὀρθῶς ἄν τις ὀλιγω)ρήσειεν. (εἰ μὲν οὖν αἰσθήσει προγνόντες ἢ ἀποδείξει προτει)νόμεθά τι περὶ τῆς τῶν ὄντων φύσεως, ὀνομαζέσθω πρότασις (τοῦτο· οὕτω γὰρ καὶ τοῖς παλαιοῖ)ς ἔθος ἦν καλεῖν· (εἰ δὲ τῇ νοήσει τίς ἐστιν ἐξ αὑτοῦ) πιστὸς λόγος, ἀξίωμα κεκλήκασι, καθάπερ 〈τὸ〉 ‘τὰ τῷ αὐτῷ (ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα’· τοῖς δὲ κοινῶς ἅπαντας τοὺς ἀποφαντι)κοὺς λόγους ἀξιώματα προσαγορεύουσιν οὐ διενεχθή(σ)ῃ, μαθὼν δ’ αὐτῶν τὸ ἔθος οὕτως ἄκουσον λεγόντων ὡς ἐκεῖνοι βούλονται.

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]