Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

Σωκράτης υἱός ἐστι Σωφρονίσκου’ καὶ ἀνάπαλιν ‘εἰ Σωκράτης υἱός ἐστι Σωφρονίσκου, πατήρ ἐστι Σωφρονίσκος Σωκράτους’. εὔδηλαι δὲ τῶν εἰρημένων προτάσεων αἱ προσλήψεις· ὑποθετικῶς μὲν οὗτος ὁ συλλογισμὸς ἐρωτηθήσεται ‘εἰ Σωκράτης υἱός ἐστι Σωφρονίσκου, Σωφρονίσκος πατήρ ἐστι Σωκράτους· ἀλλὰ μὴν ὁ Σωκράτης υἱός ἐστι Σωφρονίσκου· Σωφρονίσκος ἄρα πατήρ ἐστι Σωκράτους’· κατηγορικαῖς δὲ προτάσεσι βιαιότερον ἔσται ἡ σύστασις τοῦ λογισμοῦ, προτεινομένου δηλονότι καθόλου κἀνταῦθά τινος ἀξιώματος τοιούτου ‘〈ὅν τις πατέρα ἔχει, υἱός ἐστι τούτου·〉 Λαμπροκλῆς Σωκράτην 〈ἔχει πατέρα〉· υἱὸς ἄρα ἐστὶ Λαμπροκλῆς Σωκράτους’. ὡσαύτως δὲ καὶ οἱ καθ’ ἡντινοῦν σχέσιν ἐρωτώμενοι συλλογισμοὶ γενικῷ ἀξιώματι πιστὴν τὴν σύστασιν ἕξουσι καὶ τὴν τῆς ἀποδείξεως δύναμιν, οἷον καὶ οἱ κατὰ τὸ μᾶλλον, εὔδηλον ὂν ὅτι καὶ οὗτοι τῶν ὁμογενῶν εἰσι τοῖς κατὰ τὴν τοῦ πρός τι κατηγορίαν συνισταμένοις· ὧν εἴρηται μὲν κατ’ αὐτὴν τὴν τοῦ μᾶλλον φωνὴν ἐν τοῖς [μᾶλλον] 〈περὶ〉 τούτων ὑπομνήμασι τὰ παραδείγματα, καὶ χωρὶς δὲ τῆς μᾶλλον φωνῆς οἱ τοιοῦτοι συλλογισμοὶ λέγονται κατὰ δύναμιν αὐτῆς ὁποῖός ἐστι καὶ

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]