
Institutio Logica (Introduction to Logic)
Kalbfleisch 1896
ἀληθές ἐστι τοιοῦτον ὑπάρχον ‘〈ἔστιν ὃ〉
ἀληθεύων τις λέγει· ὁ δέ τις οἷον Θέων εἰ τύχοι λέγει
“ἡμέρα ἐστίν”· † οἷον ἄρα ἐστὶν ἡμέρα’· τοῦτο δὲ διὰ
σαφεστέρας λέξεως καὶ οὕτως λέγεται ‘* * *· ἡμέρα
ἄρα ἐστίν’. ὁ γὰρ λέγων τόδε τι εἶναι, ταὐτὸν λέγει
τῷ φάσκοντι τῶν ὄντων τι καὶ τοῦτ’ εἶναι, καθάπερ
καὶ ὁ λέγων ‘ὑπάρχει τόδε τι’ ταὐτὸν λέγει τῷ εἶναι
τόδε φάσκοντι· καὶ μέντοι καὶ ὁ λέγων ‘ἀληθές ἐστι
τὸ ἡμέρα ἐστί’ * * *. καὶ γεγυμνάσθαι σε χρὴ διὰ
τοῦτο κατὰ τὴν τῶν ἰσοδυναμο(υσῶ)ν προτάσεων γυμνασίαν·
ἔσθ’ ὅτε γοῦν ἰδεῖν ἔστι διαφερομένους τινὰς
ἀλλήλοις καίτοι δυν(ά)μ(ει) λέγοντας ταὐτόν, ἐνίοτε
δὲ οὐ δυνάμει ταὐτὸν ἀλλ’ ἄντικρυς ἀποφαινομένους
σαφῶς, ὥσπερ ἐὰν ὁ μέν τις καρπὸν ἔχῃ, ὁ δὲ † μακρὰ
ἔχων· λείπει δὲ ὅδε. παρεμπίπτει δὲ πολλάκις τοῖς
τοιούτοις λόγοις ἡ περὶ τῶν σημαινομένων ζήτησις,
ἐνίων μὲν εἰς πλείω σημαινόμενα †τὴν τῶν ἰδίων
δεομένην αὐτὴν σημαίνειν φασκόντων, οὐκ ὀλίγων δὲ
καὶ τελείως ἀποπιπτόντων τοῦ κατ’ αὐτὴν σημαινομένου
πολλάκις [τὲ] σαφεστάτου τε ὄντος καὶ πᾶσιν Ἕλλησι
γιγνωσκομένου καθάπερ ἐπεδείξαμεν ἐπὶ τῆς ἀληθεύειν
Work
Title: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni Institutio logica
Published: 1896
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-49
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_119.xml [126 Kb]