
Institutio Logica (Introduction to Logic)
Kalbfleisch 1896
φωνῆς· τὸν γὰρ ὄντα ἢ καὶ γεγονότα ὡς ἔχει καὶ γέγονεν
ἑρμηνεύοντα πάντες Ἕλληνες ἀληθεύειν φάσκουσιν,
ὥσπερ γε καὶ ψεύδεσθαι τὸν τὰ μὴ ὄντα εἶναι λέγοντα
ἢ τὰ ὄντα μὴ εἶναι. προσέχειν οὖν χρὴ τὸν ὁτιοῦν
συλλογιζόμενον ἢ ἀποδεικνύντα δύο τοῖσδε πρώτοις
καὶ μάλιστα, τό τε σημαινόμενον ἐκ τῆς φωνῆς ἀκούειν
κατὰ τὸ 〈τῶν〉 Ἑλλήνων ἔθος τό τε λαμβανόμενον
λῆμμα πότερον ὡς ὑποπεπτωκὸς ἀξιώματι καθόλου δι’
ἐκεῖνο αὐτὸ πιστόν ἐστιν ἢ δι’ ἄλλο τι — τὰ πλεῖστα
γὰρ ὧν οἱ ἄνθρωποι συλλογίζονται καὶ ἀποδεικνύουσι,
κατὰ δύναμιν ἀξιώματος λέγεται — μεμνημένων ἡμῶν
καὶ αὐτοῦ τοῦ κατὰ τὴν ἀξίωμα φωνὴν σημαινομένου·
τὸν γὰρ ἐξ αὑ(τοῦ) πιστὸν λόγον οὕτως ὀνομάζειν
ὑπεθέμεθα κατὰ τὴν προκειμένην διδασκαλίαν. κοινωνεῖ
δὲ πολλάκι(ς) ὁ τοιοῦτος λόγος τῷ σημαινομένῳ,
καθάπερ (ἀμ)έλει καὶ κατ’ αὐτὸν τοῦτον τὸν προειρημένον
ἄρτι λόγον, ὃν ἐπωνόμασα 〈δι’〉 ὡρισμένου,
σαφέστερον ἐρωτήσειεν (ἄν) τις 〈οὕτως ‘ἀλήθειά ἐστι
λόγος ἑρμηνευτικὸς τῶν ὄντων·〉 Δίων ἀληθεύει πάντα,
ἀλλὰ καὶ μαντικ(ὴν) εἶναι λέ(γει)· ἄρα ἔστι μαντική·
εἰ γὰρ πάντ’ ἀληθεύει Δίων, εὔδηλον ὅτι καὶ
αὐτὸ τοῦτο τὸ τὴν μαντικὴν εἶναι· εἰ δὲ ἀληθές ἐστι
τὸ εἶναι μαντικήν, ἔστι μαντική’. ἐν γὰρ τούτῳ τῷ
λόγῳ τὸ μὲν ἐκ τῆς 〈ἀλήθεια〉 φωνῆς σημαίνεσθαι
λόγον ἑρμηνευτικὸν τῶν ὄντων ἐξήγησίς ἐστι τοῦ σημαινομένου
Work
Title: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni Institutio logica
Published: 1896
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-49
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_119.xml [126 Kb]