Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

πρὸς τῆς ἀλήθεια φωνῆς, τὸ δὲ πάντῃ ἀληθεύειν Δίωνα ἐν χώρᾳ τοῦ καθόλου ἀξιώματος εἴληπται, τὸ δὲ 〈συμπέρασμα τόδε〉 ‘εἰ πάντα ἀληθεύει Δίων, ἓν δέ τι 〈ὧν φησι〉 καὶ τοῦτ’ ἔστι τὸ μαντικὴν εἶναι, ἀλη(θές) ἐστι καὶ τοῦτο’.

Καὶ περὶ μὲν οὖν τού〈του〉 κατὰ τὸ παρὸν ἀποχρήσει τὰ λελεγμένα, μεταβῶμεν δ’ ἐφ’ ἕτερόν τι τοιόνδε· ἐπείπερ ἐν τῷ γένει τῶν κατὰ τὸ πρός τι συλλογισμῶν εἰσιν ὥσπερ οἱ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὕτως καὶ οἱ κατὰ τὸ ὡσαύτως καὶ ἀνὰ λόγον, ἐπισκεπτ(έον εἰ) καὶ τούτων ἡ πίστις ἐκ τῶν καθόλου τινῶν ἀξιωμάτων εἴληπται· διαφερέτω δὲ μηδὲν ἢ ὡσαύτως εἰπεῖν ἢ ἴσως ἢ ὁμοίως. ἔστι δὲ τοιοῦτος ὁ λόγος οὗτος καὶ Πλάτωνος ἐν τῇ Πολιτείᾳ γεγραμμένος· ἀξιοῖ γὰρ Σωκράτης, ὡς πόλις γίγνεται καὶ λέγεται δικαία, οὕτω καὶ ψυχὴν γίγνεσθαί τε καὶ λέγεσθαι δικαίαν, ὡσαύτως δὲ καὶ πρᾶξιν καὶ νόμον [εἶθ’ ὁτιοῦν] καὶ πᾶν ὁτιοῦν τῶν δικαίων εἶναι λεγομένων κατὰ ταὐτὸν λέγεσθαι σημαινόμενον. τὸ γὰρ εἶδος τῆς δικαιοσύνης, ἀφ’ οὗ λέγεται πάντα τὰ κατὰ μέρος δίκαια, ταὐτὸ μὲν ἐν ἅπασίν ἐστιν· εἰ δέ ἐστιν ἕν τι ταὐτόν, ἐφ’ οὗπερ ἂν ἑνὸς τῶν κατὰ μέρος ἐναργῶς ῥηθῇ, κἀπὶ τἆλλα (μετ)ενεχθήσεται, γιγνωσκόντων

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]