Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ἡμῶν οὐ κατ’ ἴσην ἐπὶ πάντων ἐνάργειαν φαίνεσθαι ταὐτὸν εἶδος, ἀλλ’ ἐπ’ ἐκείνων μὲν ἐναργέστερον, ἐφ’ ἑτέρων δ’ ἀμυδρότερον. καὶ διὰ τοῦτο προγυμνάσας τοὺς κοινωνοῦντας αὐτῷ τοῦ λόγου νεανίσκους ἐν τῷ περὶ τῆς δικαίας πόλεως λόγῳ μεταβὰς ἐπὶ τὴν ψυχὴν ἀποδείκνυσι κἀκείνην κατὰ τὸν αὐτὸν τρόπον δικαίαν λεγομένην ὥσπερ καὶ τὴν πόλιν, ὡς εἶναι τὸν συλλογισμὸν τοιοῦτον ‘ὡσαύτως πόλις τε καὶ ψυχὴ δίκαιαι λέγονται καὶ εἰσί· πόλις δὲ δικαία λέγεται τῇ [κατὰ] τῶν μερῶν αὐτῆς ἰδιοπραγίᾳ· καὶ ψυχὴ ἄρα κατὰ τοῦτο δικαία λεχθήσεται’. ἐπεὶ δὲ [καὶ] κατὰ τὸν αὐτὸν λόγον ἀποδείκνυται πάνυ [τὰ] πολλὰ παρὰ τοῖς ἀριθμητικοῖς καὶ γεωμέτραις καὶ εἴη ἂν προδήλως πᾶσιν ἀνθρώποις φύσει φαινόμενον, ὅτιπερ ἂν οὕτως ἀποδειχθῇ, πιστὸν εἶναι, διὰ τοῦτο κἀγὼ κατὰ τὰς τῶν συλλογισμῶν πραγματείας ἔγραψα περὶ τούτου τοῦ συλλογισμοῦ· παράδειγμα γὰρ τῆς γε νοήσεως καὶ τοῖς ἀπείροις ἀριθμητικῆς τε καὶ γεωμετρίας ἔστω τόδε ‘ὡς τὸ {α} πρὸς τὸ {β}, οὕτως [δὲ] καὶ τὸ {γ} πρὸς τὸ {δ}· τὸ δὲ {α} τοῦ {β} διπλάσιόν ἐστι· τὸ {γ} ἄρα τοῦ {δ} διπλάσιόν ἐστι’. καθολικὸν δὲ καὶ κατὰ τοὺς τοιούτους λόγους ἀξίωμα νοεῖταί τε καὶ πιστεύεται πᾶσι τοιόνδε ‘ὧν αὑτὸς ὁ λόγος καθόλου, τούτων καὶ οἱ κατὰ μέρος λόγοι πάντες οἱ αὐτοί’· ὥστε ὁ ὑποθέμενος ἐν τῷ

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]