
Institutio Logica (Introduction to Logic)
Kalbfleisch 1896
διεξέρχεσθαι τελείως εἰρηκότι περὶ αὐτῶν ἐν ἐκείνοις
τοῖς ὑπομνήμασιν· ὁποῖον δέ τι τὸ εἶδος αὐτῶν, εἰρήσεται
διὰ παραδειγμάτων δυοῖν. ἓν μὲν οὖν εἶδός
ἐστι τοῖον ‘καθ’ οὗ τόδε, καὶ τόδε· 〈ἀλλὰ τόδε κατὰ
τοῦδε· καὶ τόδε〉 ἄρα κατὰ τοῦδε’ καὶ ἐπ’ ὀνομάτων
‘ἐφ’ οὗ δένδρον, καὶ φυτόν· δένδρον (δὲ) ἐπὶ πλατάνου·
καὶ φυτὸν ἄρα ἐπὶ πλατάνου·’ προσυπακοῦσαι
δὲ δηλονότι δεῖ τῷ κατὰ τὸν λόγον τὸ ‘κατηγορεῖται’
ἢ ‘λέγεται’, ὡς εἶναι τὸν ὁλόκληρον λόγον
τοιόνδε ‘καθ’ οὗ δένδρον κατηγορεῖται, κατὰ
τούτου φυτὸν κατηγορεῖται· δένδρον δὲ πλατάνου
κατηγορεῖται· καὶ φυτὸν ἄρα πλατάνου κατηγορηθήσεται’.
ἕτερον δὲ εἶδος συλλογισμῶν ἐκ τῶν κατὰ
πρόσληψιν ‘ὃ κατὰ τοῦδε, καὶ κατὰ τοῦδε· 〈τόδε δὲ
κατὰ τοῦδε· ὥστε καὶ κατὰ τοῦδε〉’· ἐπ’ ὀνομάτων
δέ ‘ὃ κατὰ δένδρου, καὶ 〈κατὰ〉 πλατάνου· φυτὸν δὲ
κατὰ τοῦ δένδρου· καὶ κατὰ πλατάνου ἄρα’. 〈ὅτι〉
δ’ οἱ τοιοῦτοι συλλογισμοὶ τῶν κατηγορικῶν ἐπιτομαί
τινές εἰσιν, οὐχ ἕτερον γένος αὐτῶν, ἐπιδεδειχὼς [οὖν]
ἐν οἷς εἶπον ὑπομνήμασιν οὐδὲν ἔτι δέομαι λέγειν
ἐνταῦθα περὶ αὐτῶν· κατὰ γὰρ τὰς εἰσαγωγὰς αὐτῶν
οὐδὲν δεῖ τῶν χρησίμων παραλείπεσθαι, τοὺς δ’ ἐλέγχους
τῶν περιττῶν μὴ λέγεσθαι. διὰ τοῦτο οὖν οὐδὲ τοὺς
ὑπὸ Χρυσίππου συντεθέντας ἐν ταῖς τρισὶ Συλλογιστικαῖς
[ἀχρήστοις] ἐπιδεικτέον μοι νῦν ἐστιν ἀχρήστους
Work
Title: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni Institutio logica
Published: 1896
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-49
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_119.xml [126 Kb]