Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

καὶ συντόμου διδασκαλίας, τὰ μέρη δὲ ἐξ ὧν σύγκεινται καλοῦμεν ὅρους ἑπόμενοι [τῶν ἐν] τῇ παλαιᾷ συνηθείᾳ, οἷον ἐν τῇ ‘Δίων περιπατεῖ’ τόν τε Δίωνα καὶ τὸ περιπατεῖν, ὑποκείμενον ὅρον τὸν Δίωνα, κατηγορούμενον δὲ τὸ περιπατεῖν λαμβάνομεν. ὅταν μὲν οὖν ἐξ ὀνόματος ᾖ καὶ ῥήματος ἡ πρότασις, οὕτω χρὴ διαιρεῖν τοὺς ὅρους· ὅταν δὲ ἐξ ὀνομάτων καὶ ῥήματος οἷον ἐν τῇ ‘Δίων ἄνθρωπός ἐστιν’, ὑποκεῖσθαι μὲν ἐροῦμεν τὸν Δίωνα, κατηγορεῖσθαι δὲ τὸν ἄνθρωπον, ἔξωθεν δὲ προσκατηγορεῖσθαι ἐπίρρημα τὴν κοινωνίαν τῶν ὅρων ἐνδεικνύμενον. ὅταν μὲν οὖν ἐπὶ Δίωνός τι κατηγορῶμεν, οὐκ ἐγχωρεῖ λέγειν οὔτε πᾶς οὔτε τὶς· ὅταν δ’ ἐφ’ ἑτέρου πράγματος ὃ τέμνεσθαι δύναται, καθάπερ ἐπ’ ἀνθρώπου καὶ δένδρου, διωρίσθαι χρὴ κατὰ τὸν λόγον, εἴτε παντὸς αὐτοῦ κατηγορεῖται τὸ κατηγορούμενον εἴτε τινός, ὡσαύτως δὲ καὶ εἰ παντὸς ἢ τινὸς ἀποφάσκεται. καὶ τοίνυν αἱ προτάσεις αἱ μὲν ἅμα τῷ πᾶς λεγόμεναι καθόλου καταφατικαὶ καλείσθωσαν, ὡς ἂν εἴπωμεν ‘ἅπας ἄνθρωπος ζῷόν ἐστιν· ἅπασα πλάτανος δένδρον ἐστίν’. αἱ δὲ ἀποφάσεις παντὸς τοῦ γένους κατηγορούμεναι ἀποφατικαί τε καὶ στερητικαὶ καθόλου προσαγορευέσθωσαν, ὡς ὅταν εἴπωμεν ‘οὐδεὶς ἄνθρωπος † γραπτός ἐστιν’· ὅσαι δ’ οὔτε κατηγοροῦσιν οὔτε ἀποφάσκουσιν ὅλου τοῦ

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]