Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ὡς ὀνομάζεσθαι τὸν μὲν τοιοῦτον λόγον ‘ει’ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν’ συνημμένον ἀξίωμα κατά γε τοὺς νεωτέρους φιλοσόφους, κατὰ μέντοι τοὺς παλαιοὺς πρότασιν ὑποθετικὴν κατὰ συνέχειαν· τοὺς δέ γε τοιούτους ‘ἤτοι γ’ ἡμέρα ἐστὶν ἢ νύξ ἐστι’ διεζευγμένον μὲν ἀξίωμα παρὰ τοῖς νεωτέροις φιλοσόφοις, πρότασιν δὲ ὑποθετικὴν κατὰ διαίρεσιν παρὰ τοῖς παλαιοῖς. ἴσον δὲ ἡ διαιρετικὴ πρότασις δύναται τῷ τοιούτῳ λόγῳ ‘εἰ μὴ ἡμέρα ἐστί, νύξ ἐστιν’, ὃν ἐν σχήματι λέξεως συνημμένῳ λεγόμενον, ὅσοι μὲν ταῖς φωναῖς μόνον προσέχουσι, συνημμένον ὀνομάζουσιν, ὅσοι δὲ τῇ φύσει τῶν πραγμάτων, διεζευγμένον· ὡσαύτως δὲ καὶ τὸ τοιοῦτον εἶδος τῆς λέξεως ‘εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν’ διεζευγμένον ἐστὶν ἀξίωμα τῇ φύσει τῶν πραγμάτων αὐτῇ, συνημμένου δὲ ἰδέαν ἔχει τῇ λέξει.

Ἡ μὲν οὖν τοιαύτη φύσις τῶν πραγμάτων τελείαν ἐνδείκνυται τὴν μάχην, ἡ δὲ ἑτέρα τὴν ἐλλιπῆ, καθ’ ἣν ὧδέ πως λέγομεν ‘εἰ Ἀθήνησίν ἐστιν Δίων, οὐκ ἔστιν Ἰσθμοῖ Δίων’. ἡ γάρ τοι μάχη κοινὸν μὲν ἔχει τὸ μὴ συνυπάρχειν τὰ [μὴ συμ]μαχόμενα, διαφέρει (δὲ) τῷ τινὰ μὲν πρὸς τῷ μὴ συνυπάρχειν μηδὲ συναπόλλυσθαι δύνασθαι, τισὶ δὲ καὶ τοῦθ’ ὑπάρχειν· ὅταν οὖν ἓν μόνον αὐτοῖς τὸ μὴ συνυπάρχειν, ἐλλιπής ἐστιν

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]