Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

λόγον πολλαπλάσιον ἀποδεικτικῶς ἐρωτηθήσεται συλλ(ογισμός)· εἰ γὰρ ὅδε τις ὁ ἀριθμὸς τοῦδέ τινος εἴη τριπλάσιος, 〈τοῦ δὲ τριπλασίου〉 πάλιν ἕτερος εἴη τριπλάσιος, ἐννεαπλάσιος 〈ἂν〉 εἴη ὁ μείζων ἀριθμὸς τοῦ ἐλάττονος, καὶ ἀναστρέψαντί σοι πάλιν ὁ ἐλάττων τοῦ μείζονος ἔνατον ἔσται μέρος. οὕτως δὲ καὶ 〈κατὰ〉 τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις· ἐὰν γὰρ ὁ πρῶτος ἀριθμὸς τῷ δευτέρῳ ἴσος ὑπάρχῃ, προστεθῇ δὲ (ἑ)κ(α)τέρῳ αὐτῶν ἴσος ἕτερος, ἔσται καὶ 〈ὁ〉 ὅλος τῷ ὅλῳ ἴσος, καὶ ἢν ἴσοιν δυοῖν ὄντων ἴσοι δύο ἀφαιρεθῶσιν ἀφ’ ἑκατέρου, καὶ ὁ λοιπὸς τῷ λοιπῷ ἴσος ἔσται. πολὺ δὲ πλῆθός ἐστιν, ὡς ἔφην, ἐν ἀριθμητικοῖς τε καὶ λογιστικοῖς τοιούτων συλλογισμῶν ὧν ἁπάντων ἐστὶ (κ)οινὸν ἔκ τινων ἀξιωμάτων τὴν αἰτίαν ἴσχειν συστάσεως, 〈ὧν〉 ἐν τοῖς εἰρημένοις λόγοις μνημονεύοντες εἰς τοὺς κατηγορικοὺς ἀνάγειν λόγους δυνησόμεθα τοὺς τοιούτους συλλογισμοὺς σαφέστερον πάλιν ἀρξάμενοι. ὄντος γὰρ ἀξιώματος τοῦδε καθόλου τὴν πίστιν ἔχοντος ἐξ ἑαυτοῦ ‘τὰ τῷ αὐτῷ ἴσα καὶ 〈ἀλλήλοις ἐστὶν ἴσα’〉, συλλογίζεσθαί τε καὶ ἀποδεικνύναι ἔστιν ὥσπερ Εὐκλείδης ἐν τῷ πρώτῳ θεωρήματι τὴν ἀπόδειξιν ἐποιήσατο τὰς τοῦ τριγώνου πλευρὰς ἴσας δεικνύων· ἐπεὶ γὰρ τὰ

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]