Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ὁδί ‘ἡ κρείττονος ἀρετὴ αἱρετωτέρα· κρείττων δὲ ψυχὴ σώματος· αἱρετωτέρα ἄρα ἡ τῆς ψυχῆς ἀρετὴ τῆς τοῦ σώματος’. ὁμοίως δὲ τούτων καὶ ὁ τοιοῦτος συλλογισμός ‘τὸ τοῦ κρείττονος ἀγαθὸν αἱρετώτερον· κρείττων [ἦν] δὲ ψυχὴ σώματος· 〈αἱρετώτερον ἄρα τοῦ τοῦ σώματός〉 (ἐστι) τὸ τῆς ψυχῆς’.

Καὶ σχεδὸν ἅπαντες οἱ συλλογισμοὶ διὰ τὴν τῶν ἐπιτεταγμένων αὐτοῖς καθολικῶν ἀξιωμάτων πίστιν ἔχουσι τὴν σύστασιν, 〈ὃ〉 ὕστερόν ποτέ μοι νοηθὲν οὔτε [δ’] ἐν τοῖς Περὶ ἀποδείξεως ὑπομνήμασιν οὔτε 〈ἐν τῷ〉 Περὶ τοῦ τῶν συλλογισμῶν ἀριθμοῦ γέγραπται. καίτοι τοὺς εἰς τὸ πρός τι συλλογισμοὺς ᾔδειμεν οὖν καὶ κατ’ ἐκείνας τὰς πραγματείας, εὑρηκότες τὸν τῆς συστάσεως τρόπον αὐτῶν καὶ τῆς πίστεως· ὅτι δὲ πάντες οἱ ἀποδεικτικοὶ συλλογισμοὶ διὰ τὴν τῶν καθόλου πίστιν ἀξιωμάτων εἰσὶ τοιοῦτοι, μαθεῖν ἔνεστιν ἐναργέστερον ἅπασι τοῖς ὁπωσοῦν ἠσκημένοις λόγοις τοιούτοις ἐπιβλέψασι καθάπερ ἔχει καὶ ὁ τοιόσδε ‘λέγεις “ἡμέρα ἐστίν”· ἀλλὰ καὶ ἀληθεύεις· ἡμέρα 〈ἄρα〉 ἐστίν’. ἀποδεικτικός ἐστι καὶ ὁ τοιοῦτος συλλογισμός, διότι καὶ τὸ καθόλου ἀξίωμα 〈ᾧ〉 ὑποπέπτωκεν

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]