Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

〈Τῶν δὲ προτάσεων〉 ἔνιαι μὲν ὑπὲρ ἁπλῆς ὑπάρξεως ἀποφαίνονται, καθάπερ ὁπόταν εἴπῃς ‘πρόνοια ἔστιν· ἱπποκένταυρος οὐκ ἔστιν’ [αἴνιγμα] ἢ 〈περὶ τῆς οὐσίας, καθάπερ〉 αἱ τοιαίδε ‘ὁ ἀὴρ σῶμά ἐστιν· ὁ ἀὴρ οὐκ ἔστι σῶμα’, ὑπὲρ δὲ τοῦ μεγέθους ‘ὁ ἥλιος 〈ποδιαῖός ἐστιν· ὁ ἥλιος〉 οὐκ ἔστι ποδιαῖος’, ἔνιαι δὲ ὑπὲρ τῆς ποιότητος ‘ὁ ἥλιος 〈φύσει θερμός ἐστιν· ὁ ἥλιος〉 οὐκ ἔστι φύσει θερμός’, ἔνιαι δὲ ὑπὲρ τοῦ 〈πρός〉 τι ‘μείζων ἐστὶν ὁ ἥλιος τῆς σελήνης· 〈οὐ μείζων ἐστὶν ὁ ἥλιος τῆς σελήνης’〉, ἔνιαι δὲ ὑπὲρ τοῦ ποτέ ‘κατὰ τὰ Πελοποννησιακὰ γέγονεν Ἱπποκράτης’ ἢ ‘οὐ γέγονε κατὰ τὰ Πελοποννησιακά’, ἔνιαι δὲ ὑπὲρ τοῦ ποῦ ‘δεύτερος ἀπὸ γῆς ἐστιν ὁ ἥλιος· οὐκ ἔστιν δεύτερος ἀπὸ γῆς ὁ ἥλιος’, τινὲς δὲ ὑπὲρ τοῦ κεῖσθαι ‘καθήμενόν ἐστι τὸ τοῦ Διὸς Ὀλυμπιᾶσιν ἄγαλμα· 〈οὐκ ἔστι καθήμενον τὸ τοῦ Διὸς Ὀλυμπιᾶσιν ἄγαλμα’〉, τινὲς 〈δὲ ὑπὲρ τοῦ ἔχειν ‘ὑπο〉δέδεται τὸ τοῦ Διὸς ἄγαλμα· 〈οὐχ ὑποδέδεται τὸ τοῦ Διὸς ἄγαλμα’〉, τινὲς δὲ ὑπὲρ τοῦ ποιεῖν ‘θερμαίνει τὸ ῥόδινον· 〈τὸ ῥόδινον〉 οὐ θερμαίνει’, ἔνιαι δὲ περὶ τοῦ πάσχειν ‘θερμαίνεσθαι πεφύκαμεν ὑπὸ τοῦ ῥοδίνου· οὐ θερμαίνεσθαι πεφύκαμεν ὑπὸ τοῦ ῥοδίνου’. τὰς τοιαύτας οὖν προτάσεις ἁπάσας κατηγορικὰς ὀνομάζομεν ἕνεκα σαφοῦς τε ἅμα

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]