Institutio Logica (Introduction to Logic)
Kalbfleisch 1896
καὶ συντόμου διδασκαλίας, τὰ μέρη δὲ ἐξ ὧν σύγκεινται
καλοῦμεν ὅρους ἑπόμενοι [τῶν ἐν] τῇ παλαιᾷ
συνηθείᾳ, οἷον ἐν τῇ ‘Δίων περιπατεῖ’ τόν τε Δίωνα
καὶ τὸ περιπατεῖν, ὑποκείμενον ὅρον τὸν Δίωνα, κατηγορούμενον
δὲ τὸ περιπατεῖν λαμβάνομεν. ὅταν μὲν
οὖν ἐξ ὀνόματος ᾖ καὶ ῥήματος ἡ πρότασις, οὕτω χρὴ
διαιρεῖν τοὺς ὅρους· ὅταν δὲ ἐξ ὀνομάτων καὶ ῥήματος
οἷον ἐν τῇ ‘Δίων ἄνθρωπός ἐστιν’, ὑποκεῖσθαι
μὲν ἐροῦμεν τὸν Δίωνα, κατηγορεῖσθαι δὲ τὸν ἄνθρωπον,
ἔξωθεν δὲ προσκατηγορεῖσθαι ἐπίρρημα τὴν κοινωνίαν
τῶν ὅρων ἐνδεικνύμενον. ὅταν μὲν οὖν ἐπὶ
Δίωνός τι κατηγορῶμεν, οὐκ ἐγχωρεῖ λέγειν οὔτε πᾶς
οὔτε τὶς· ὅταν δ’ ἐφ’ ἑτέρου πράγματος ὃ τέμνεσθαι
δύναται, καθάπερ ἐπ’ ἀνθρώπου καὶ δένδρου, διωρίσθαι
χρὴ κατὰ τὸν λόγον, εἴτε παντὸς αὐτοῦ κατηγορεῖται
τὸ κατηγορούμενον εἴτε τινός, ὡσαύτως δὲ καὶ εἰ παντὸς
ἢ τινὸς ἀποφάσκεται. καὶ τοίνυν αἱ προτάσεις αἱ
μὲν ἅμα τῷ πᾶς λεγόμεναι καθόλου καταφατικαὶ καλείσθωσαν,
ὡς ἂν εἴπωμεν ‘ἅπας ἄνθρωπος ζῷόν
ἐστιν· ἅπασα πλάτανος δένδρον ἐστίν’. αἱ δὲ ἀποφάσεις
παντὸς τοῦ γένους κατηγορούμεναι ἀποφατικαί
τε καὶ στερητικαὶ καθόλου προσαγορευέσθωσαν, ὡς
ὅταν εἴπωμεν ‘οὐδεὶς ἄνθρωπος † γραπτός ἐστιν’· ὅσαι
δ’ οὔτε κατηγοροῦσιν οὔτε ἀποφάσκουσιν ὅλου τοῦ
Work
Title: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική
Domains: Logic
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kalbfleisch, Karl
Title: Galeni Institutio logica
Published: 1896
Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana
Pages: 3-49
Publisher: B. G. Teubner, Leipzig
Download
Galen-Gr_119.xml [126 Kb]