Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ἡγουμένων ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ θατέρου τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ περαίνοντα, ὡς ἐπὶ τῶν τοιούτων ἔχει ‘〈οὐχὶ〉 καὶ Ἀθήνησίν ἐστι καὶ Ἰσθμοῖ Δίων· † καὶ τοῦδε παιδίον μὲν εἰς πολλὰς τῶν καθ’ ὅλον τὸν βίον ἀποδείξ(εις ε)ἶν(α)ι χρήσιμον ἄχρι καὶ τῶν δικαστηρίων. ἐπεὶ δὲ τῶν μαχομένων ἀλλήλοις πραγμάτων τε καὶ λόγων ἕνια μὲν ὁλόκληρόν τε καὶ τελείαν ἔχει τὴν μάχην μήθ’ ὑπάρχειν ἅμα μήτ’ οὐχ ὑπάρχειν δυνάμενα, τινὰ δὲ ἐξ ἡμίσεος ὑπάρχειν μὲν ἅμα μὴ δυνάμενα, μὴ ὑπάρχειν δὲ ἅμα δυνάμενα, διὰ τοῦτο τὰ μὲν κατὰ τὴν τελείαν μάχην τὴν τοῦ διεζευγμένου προσηγορίαν καλεῖν ἠξίωκα, τὰ δὲ 〈κατὰ〉 τὴν ἐλλιπῆ τὴν τῆς μάχης ἁπλῶς ἢ καὶ μετὰ προσθήκης ἐλλιποῦς μάχης. ἐν τούτοις οὖν τοῖς πράγμασιν ὁ εἰρημένος συλλογισμὸς χρήσιμός ἐστι τῇ μὲν αὐτῇ λέξει χρώμενος ᾗ Χρύσιππος, οὐ μὴν ἐπὶ συμπεπλεγμένῳ συνιστάμενος ἀλλ’ ἐπὶ τοῖς μαχομένοις· ᾧ καὶ διαφοραὶ πάμπολλαι κατὰ τὸ συμπεπλεγμένον ἀξίωμα (συν)ίστανται. τριῶν γὰρ οὐσῶν διαφορῶν ἐν τοῖς πράγμασι, μιᾶς μὲν τῆς κατὰ τὴν μάχην ἐπὶ τῶν μηδέποτε συνυπαρχόντων, ἑτέρας δὲ τῆς κατὰ τὴν ἀκολουθίαν ἐπὶ τῶν ἀεὶ 〈συνυπαρχόντων, τρίτης δὲ τῆς τῶν ποτὲ μὲν συνυπαρχόντων ποτὲ δὲ〉 μὴ συνυπαρχόντων, ὅσα μήτε τὴν ἀκολουθίαν

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]