Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

καὶ βοτανῶν, οἶα παρ᾿ Ἕλλησι Χείρων ὁ κένταυρος ἠπίστατο καὶ οἱ ὑπὸ τούτου παιδευθέντες ἥρωες, ὅσα τε εἰς Ἀριστέα καὶ Μελάμποδα καὶ Πολύειδον ἀναφέρεται. παρὰ δὲ Αἰγυπτίοις ἦν μὲν καὶ ἡ τῶν βοτανῶν χρῆσις καὶ ἡ ἄλλη φαρμακεία, ὡς καὶ Ὅμηρος μαρτυρεῖ λέγων, Αἰγυπτίη γῆ πλεῖστα φέρει, ζείδωρος ἄρουρα Φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. ἐκ δὲ τῆς ἐν ταῖς ταριχείαις ἀνασχίσεως τῶν νεκρῶν πολλὰ καὶ τῶν ἐν χειρουργίᾳ παρὰ τοῖς πρώτοις ἰατροῖς εὑρῆσθαι δοκεῖ. τινὰ δὲ ἐκ περιπτώσεως φασιν ἐπινενοῆσθαι, ὡς τὸ παρακεντεῖν τοὺς ὑποκεχυμένους, ἐκ τοῦ περιπεσεῖν αἶγα, ἥτις ὑποχυθεῖσα |ἀνέβλεψεν ὀξυσχοίνου ἐμπαγείσης εἰς τὸν ὀφθαλμόν. καὶ τὸ κλύζειν δὲ ἀπὸ τῆς ἴβεως φασιν εὑρεθῆναι, πληρούσης τὸ περὶ τὸν τράχηλον δέρμα, ὡς κλυστῆρος ἄσκωμα θαλασσίου ὕδατος καὶ Νειλαίου καὶ διὰ τοῦ ῥάμφους ἐνιείσης ἑαυτῇ ὄπισθεν. φησὶ δὲ καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος τὸ παλαιὸν ἐν ταῖς τριόδοις προτίθεσθαι τοὺς

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download