Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

νοσοῦντας, τοὺς δὲ περιπεσόντας τοῖς αὐτοῖς νοσήμασιν ὑφηγεῖσθαι οἷς χρησάμενος ἕκαστος ἐθεραπεύθη, καὶ οὕτως ἐκ τῆς τῶν πολλῶν πείρας συνηρανίσθαι τὰ τῆς ἰατρικῆς. ἀλλ᾿ αὕτη μὲν ἄλογος ἡ πεῖρα καὶ οὔπω λογική. τελείαν δὲ ἰατρικὴν καὶ τοῖς ἑαυτῆς μέρεσι συμπεπληρωμένην, τὴν μὲν ὡς ἀληθῶς θείαν Ἀσκληπιὸν μόνον εὑρεῖν, τὴν δ᾿ ἐν ἀνθρώποις τοὺς Ἀσκληπιάδας παρὰ τούτου διαδεξαμένους τοῖς ἔπειτα παραδοῦναι, μάλιστα δὲ Ἱπποκράτης, ὃς πάντων ὑπερήνεγκε καὶ πρῶτος εἰς φῶς ἐξήνεγκε τὴν τελείαν παρ᾿ Ἕλλησιν ἰατρικήν.

[Τίνες ἀρχαὶ ἰατρικῆς.] Ἀρχαὶ οὖν τῆς ἰατρικῆς τρεῖς· ἡ μὲν εὑρέσεως, ἡ δὲ ἐκ τοῦ συστήσασθαι τὴν τέχνην, ἡ δὲ ὑφηγήσεως. εὑρέσεως μὲν οὖν ἁπλῶς τῆς ἐν τῇ ἰατρικῇ ἡ παλαιοτάτη καὶ ἄνευ λόγου ἀρχὴ ἡ πεῖρα, ὡς παρὰ Αἰγυπτίοις καὶ πᾶσι βαρβάροις. τοῦ δὲ εἰς σύστημα τέχνης ἀγαγεῖν, ὡς τὴν τῶν Ἀσκληπιαδῶν ἰατρικὴν, ταύτης δὲ ἀρχὴ λόγος καὶ πεῖρα. ὑφηγήσεως δὲ, ὥς φησιν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download