Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

Ἀθήναιος, ἢ παραδόσεως, καθώς τινες λέγουσιν, ἀρχὴ ἡ φυσικὴ θεωρία. ἁπλῶς δὲ καὶ Ἱπποκράτης ἔφη, ἀρχὴ τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις πρώτη· ἀπὸ γὰρ τοῦ φυσιολογεῖν ἄρχονται οἱ δογματικοὶ, ἐπειδὴ ἐκ τῶν κατὰ φύσιν καὶ τὰ παρὰ φύσιν δύνανται εἰδέναι, ἄνευ δὲ τοῦ γνῶναι τὸ κατὰ φύσιν τὸ παρὰ τοῦτο ἔχον, οὐχ οἶόν τε ἐπίστασθαι. καὶ ἐν τῷ θεραπεύειν ὁμοίως δέονται τῆς φυσιολογίας, ἐπειδὴ ἀπὸ τῆς φυσικῆς δυνάμεως τῶν προσφερομένων βοηθημάτων τὸ κατάλληλον αὐτῶν πρὸς τὰ πάθη λαμβάνουσιν. οἱ δὲ κατὰ τὰς ἄλλας αἱρέσεις παραιτησάμενοι τὸ φυσιολογεῖν ἄρχονται ἑκάτεροι ἀφ᾿ ὧν τὴν ἕξιν τοῦ προσφέρειν τὰ βοηθήματα περιεποιήσαντο· οἱ μὲν μεθοδικοὶ ἐκ τῆς τῶν κοινοτήτων ἐνδείξεως, οἱ δ᾿ ἐμπειρικοὶ ἐκ τῆς κατὰ τὴν πεῖραν τηρήσεως. ὥσπερ γὰρ τοῖς δογματικοῖς ἀρχὴ τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις, οὕτω τοῖς ἐμπειρικοῖς ἀρχὴ ἡ πεῖρα, ἡ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα. ἀπὸ ταύτης γὰρ καὶ ἡ ἱστορία ἄρχεται καὶ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download