Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

καὶ ἱστορίᾳ τῇ τῶν προπεπειραμένων καὶ τῇ τοῦ ὁμοίου μεταβάσει ἀπὸ τοῦ πεπειραμένου ἐπὶ τὸ ἀπείραστον, ὅμοιον δὲ κατὰ τὸ φαινόμενον εἶδος. ὅσων τε γὰρ αὐτοὶ διὰ τῆς τῶν αὐτῶν πείρας τῆς ἐπὶ πολλῶν καὶ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἐπειράθησαν, ἢ περιπεσόντες κατὰ τύχην παρεφύλαξαν καὶ ταὐτὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα, θαῤῥοῦντες τούτοις χρῶνται, οὐ πολυπραγμονοῦντες τὰς ἐκ τῶν ποιοτήτων δυνάμεις αὐτῶν. πεπιστεύκασι δὲ καὶ τοῖς παλαιοτάτοις, ἀναγραψαμένοις τὰ διὰ πείρας αὐτοῖς τετηρημένα, ἣν καλοῦσιν ἱστορίαν. χρῶνται δὲ καὶ τῇ τοῦ ὁμοίου μεταβάσει, μεταβαίνοντες ἐπὶ τὰ μήπω εἰς πεῖραν αὐτοῖς ἐλθόντα, ὁπόταν ὅμοια φαίνηται τῇ κατὰ τὸ πρόχειρον ἰδέᾳ· ὡς μαλάχη καὶ βλίτον καὶ τεῦτλον καὶ λάπαθον. ἐπί τε τῶν δημητρίων, ὡς χόνδρος καὶ ὄρυζα· καὶ τράκτυον. καὶ πάλιν ἐν τοῖς ἀκροδρύοις, ὡς ἄπιος καὶ μῆλον κυδώνιον. χαρακτηρίζει οὖν καὶ τὴν ἐμπειρικὴν αἵρεσιν ταῦτα, τὸ εἰς τὰς συνδρομὰς ἀφορᾷν τῶν συμπτωμάτων, μήτε εἰς πάθος μήτε εἰς αἴτια. δεύτερον ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download