Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

δὲ τῆς ῥινὸς τὰ μὲν κοῖλα ἰδίως, τὰ ὑπὸ τῆς ὀφθαλμοῖς κοῖλα καλεῖται, ἐξ ὧν λέγονταί τινες κοῖλοι. διὰ νόσους δὲ ταῦτα ἐπαίρεται ἐξ ἀπεψίας, ἢ δυσαρεστήματος. τὰ δὲ τούτοις ἐπανεστῶτα μεταξὺ ῥινὸς καὶ ὤτων μῆλα ὀνομάζεται, ἃ τοῖς εὐχρουστέροις καὶ ἐλευθεριωτέροις ἐν τῷ αἰδεῖσθαι ἐρυθριᾷ. σιαγόνες δὲ τὰ ὑπὸ τούτων κατιόντα, ὡς ἐπὶ τὸ γένειον καὶ ταύτῃ εἰς τὸ ὀξὺ αὐτοῦ ἀπολήγοντα. γένειον δὲ πᾶν τὸ ὑποκάτω τοῦ χείλους ἐν περιφερεῖ παραμήκει σχήματι. μύσταξ δὲ τὸ ὑπεράνω τοῦ χείλους, ὑπὸ τοὺς μυξωτῆρας, ὅπερ Ὅμηρος ὑπήνην ἐκάλεσε. στόμα δὲ τὸ ἀνὰ μέσον τῶν χειλῶν, ὑπ᾿ αὐτῶν συνιστάμενον καὶ συνεχόμενον. ἔοικε γὰρ ταῦτα οἶον συμπεφυκότα, εἶτα ἀποσχισθέντα τὸ στόμα ποιεῖν, διὸ καὶ φαίνεται οἱονεὶ ἄρτι διῃρημένα. τὸ δὲ ἐκδεχόμενον τὴν κεφαλὴν μέχρι τῶν ὤμων τὸ μὲν πᾶν τράχηλος λέγεται. τούτου δὲ τὰ μὲν ὄπισθεν ἰδίως τένοντες ὀνομάζονται. ὑπὸ δὲ τὸν τράχηλον ἑκατέρωθεν οἱ ὦμοί εἰσιν ἐπανεστῶτες, ὦν τὸ μὲν ἀνώτατον ἀκρώμιον καλεῖται, τὸ δὲ ἀπὸ τούτου εἰς τὸ ἔμπροσθεν κατακλεῖδες· μεταξὺ τούτων αἱ σφαγαί. ἀπὸ δὲ τῶν ὤμων αἱ 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download